Skip to content

Θουκυδίδου Ἱστορίαι Α 18, 1

Na početku prve knjige Povijesti Tukidid sažeto prikazuje stanje u Grčkoj od najranijeg doba. Odlomak tog pregleda donesen ovdje govori o Perzijskim ratovima (490.–479. pr. Kr.), tijekom kojih su Sparta i Atena postale najutjecajnije i vojnički najjače grčke države.

Thuc. Historiae 1.18.1

Μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν ἐκ τῆς ῾Ελλάδος οὐ πολλοῖς ἔτεσιν ὕστερον καὶ ἡ ἐν Μαραθῶνι μάχη Μήδων πρὸς ᾿Αθηναίους ἐγένετο. δεκάτῳ δὲ ἔτει μετ' αὐτὴν αὖθις ὁ βάρβαρος τῷ μεγάλῳ στόλῳ ἐπὶ τὴν ῾Ελλάδα δουλωσόμενος ἦλθεν. καὶ μεγάλου κινδύνου ἐπικρεμασθέντος οἵ τε Λακεδαιμόνιοι τῶν ξυμπολεμησάντων ῾Ελλήνων ἡγήσαντο δυνάμει προύχοντες, καὶ οἱ ᾿Αθηναῖοι ἐπιόντων τῶν Μήδων διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν καὶ ἀνασκευασάμενοι ἐς τὰς ναῦς ἐσβάντες ναυτικοὶ ἐγένοντο. κοινῇ τε ἀπωσάμενοι τὸν βάρβαρον, ὕστερον οὐ πολλῷ διεκρίθησαν πρός τε ᾿Αθηναίους καὶ Λακεδαιμονίους οἵ τε ἀποστάντες βασιλέως ῞Ελληνες καὶ οἱ ξυμπολεμήσαντες. δυνάμει γὰρ ταῦτα μέγιστα διεφάνη· ἴσχυον γὰρ οἱ μὲν κατὰ γῆν, οἱ δὲ ναυσίν. καὶ ὀλίγον μὲν χρόνον ξυνέμεινεν ἡ ὁμαιχμία, ἔπειτα διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ ᾿Αθηναῖοι ἐπολέμησαν μετὰ τῶν ξυμμάχων πρὸς ἀλλήλους.