Skip to content

Αἰσώπειος μῦθος 83

Uspješan javni nastup donio je majmunu položaj kralja životinja. No, lisica se s tim ne slaže.

Aesop. Fabulae 83

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε καὶ παρῄνει αὐτῷ λαβεῖν. τοῦ δὲ ἀμελετήτως ἐπελθόντος καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ ἐκείνη ἔφη· "ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις;"

οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες πρὸς τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.