μετὰ
δὲ
ταῦτα
οὐ
πολλαῖς
ἡμέραις
ὕστερον
ἦλθεν
ἐξ
Ἀθηνῶν
Θυμοχάρης
ἔχων
ναῦς
ὀλίγας
·
καὶ
εὐθὺς
ἐναυμάχησαν
αὖθις
Λακεδαιμόνιοι
καὶ
Ἀθηναῖοι
,
ἐνίκησαν
δὲ
Λακεδαιμόνιοι
ἡγουμένου
Ἀγησανδρίδου
.
μετʼ
ὀλίγον
δὲ
τούτων
Δωριεὺς
ὁ
Διαγόρου
ἐκ
Ῥόδου
εἰς
Ἑλλήσποντον
εἰσέπλει
ἀρχομένου
χειμῶνος
τέτταρσι
καὶ
δέκα
ναυσὶν
ἅμα
ἡμέρᾳ
.
κατιδὼν
δὲ
ὁ
τῶν
Ἀθηναίων
ἡμεροσκόπος
ἐσήμηνε
τοῖς
στρατηγοῖς
.
οἱ
δὲ
ἀνηγάγοντο
ἐπʼ
αὐτὸν
εἴκοσι
ναυσίν
,
ἃς
ὁ
Δωριεὺς
φυγὼν
πρὸς
τὴν
γῆν
ἀνεβίβαζε
τὰς
αὑτοῦ
τριήρεις
,
ὡς
ἤνοιγε
,
περὶ
τὸ
Ῥοίτειον
.
ἐγγὺς
δὲ
γενομένων
τῶν
Ἀθηναίων
ἐμάχοντο
ἀπό
τε
τῶν
νεῶν
καὶ
τῆς
γῆς
μέχρι
οἱ
Ἀθηναῖοι
ἀπέπλευσαν
εἰς
Μάδυτον
πρὸς
τὸ
ἄλλο
στρατόπεδον
οὐδὲν
πράξαντες
.
Μίνδαρος
δὲ
κατιδὼν
τὴν
μάχην
ἐν
Ἰλίῳ
θύων
τῇ
Ἀθηνᾷ
,
ἐβοήθει
ἐπὶ
τὴν
θάλατταν
,
καὶ
καθελκύσας
τὰς
ἑαυτοῦ
τριήρεις
ἀπέπλει
,
ὅπως
ἀναλάβοι
τὰς
μετὰ
Δωριέως
.
οἱ
δὲ
Ἀθηναῖοι
ἀνταναγαγόμενοι
ἐναυμάχησαν
περὶ
Ἄβυδον
κατὰ
τὴν
ᾐόνα
,
μέχρι
δείλης
ἐξ
ἑωθινοῦ
.
καὶ
τὰ
μὲν
νικώντων
,
τὰ
δὲ
νικωμένων
,
Ἀλκιβιάδης
ἐπεισπλεῖ
δυοῖν
δεούσαις
εἴκοσι
ναυσίν
.
ἐντεῦθεν
δὲ
φυγὴ
τῶν
Πελοποννησίων
ἐγένετο
πρὸς
τὴν
Ἄβυδον
·
καὶ
ὁ
Φαρνάβαζος
παρεβοήθει
,
καὶ
ἐπεισβαίνων
τῷ
ἵππῳ
εἰς
τὴν
θάλατταν
μέχρι
δυνατὸν
ἦν
ἐμάχετο
,
καὶ
τοῖς
ἄλλοις
τοῖς
αὑτοῦ
ἱππεῦσι
καὶ
πεζοῖς
παρεκελεύετο
.
συμφράξαντες
δὲ
τὰς
ναῦς
οἱ
Πελοποννήσιοι
καὶ
παραταξάμενοι
πρὸς
τῇ
γῇ
ἐμάχοντο
.
Ἀθηναῖοι
δὲ
ἀπέπλευσαν
,
τριάκοντα
ναῦς
τῶν
πολεμίων
λαβόντες
κενὰς
καὶ
ἃς
αὐτοὶ
ἀπώλεσαν
κομισάμενοι
,
εἰς
Σηστόν
.
ἐντεῦθεν
πλὴν
τετταράκοντα
νεῶν
ἄλλαι
ἄλλῃ
ᾤχοντο
ἐπʼ
ἀργυρολογίαν
ἔξω
τοῦ
Ἑλλησπόντου
·
καὶ
ὁ
Θράσυλλος
,
εἷς
ὢν
τῶν
στρατηγῶν
,
εἰς
Ἀθήνας
ἔπλευσε
ταῦτα
ἐξαγγελῶν
καὶ
στρατιὰν
καὶ
ναῦς
αἰτήσων
.
μετὰ
δὲ
ταῦτα
Τισσαφέρνης
ἦλθεν
εἰς
Ἑλλήσποντον
·
ἀφικόμενον
δὲ
παρʼ
αὐτὸν
μιᾷ
τριήρει
Ἀλκιβιάδην
ξένιά
τε
καὶ
δῶρα
ἄγοντα
συλλαβὼν
εἶρξεν
ἐν
Σάρδεσι
,
φάσκων
κελεύειν
βασιλέα
πολεμεῖν
Ἀθηναίοις
.
ἡμέραις
δὲ
τριάκοντα
ὕστερον
Ἀλκιβιάδης
ἐκ
Σάρδεων
μετὰ
Μαντιθέου
τοῦ
ἁλόντος
ἐν
Καρίᾳ
ἵππων
εὐπορήσαντες
νυκτὸς
ἀπέδρασαν
εἰς
Κλαζομενάς
·
οἱ
δʼ
ἐν
Σηστῷ
Ἀθηναῖοι
,
αἰσθόμενοι
Μίνδαρον
πλεῖν
ἐπʼ
αὐτοὺς
μέλλοντα
ναυσὶν
ἑξήκοντα
,
νυκτὸς
ἀπέδρασαν
εἰς
Καρδίαν
.
ἐνταῦθα
δὲ
καὶ
Ἀλκιβιάδης
ἧκεν
ἐκ
τῶν
Κλαζομενῶν
σὺν
πέντε
τριήρεσι
καὶ
ἐπακτρίδι
.
πυθόμενος
δὲ
ὅτι
αἱ
τῶν
Πελοποννησίων
νῆες
ἐξ
Ἀβύδου
ἀνηγμέναι
εἶεν
εἰς
Κύζικον
,
αὐτὸς
μὲν
πεζῇ
ἦλθεν
εἰς
Σηστόν
,
τὰς
δὲ
ναῦς
περιπλεῖν
ἐκεῖσε
ἐκέλευσεν
.
ἐπεὶ
δʼ
ἦλθον
,
ἀνάγεσθαι
ἤδη
αὐτοῦ
μέλλοντος
ὡς
ἐπὶ
ναυμαχίαν
ἐπεισπλεῖ
Θηραμένης
εἴκοσι
ναυσὶν
ἀπὸ
Μακεδονίας
,
ἅμα
δὲ
καὶ
Θρασύβουλος
εἴκοσιν
ἑτέραις
ἐκ
Θάσου
,
ἀμφότεροι
ἠργυρολογηκότες
.
ἐπεισπλεῖ
Ἀλκιβιάδης
δὲ
εἰπὼν
καὶ
τούτοις
διώκειν
αὐτὸν
ἐξελομένοις
τὰ
μεγάλα
ἱστία
αὐτὸς
ἔπλευσεν
εἰς
Πάριον
·
ἁθρόαι
δὲ
γενόμεναι
αἱ
νῆες
ἅπασαι
ἐν
Παρίῳ
ἓξ
καὶ
ὀγδοήκοντα
τῆς
ἐπιούσης
νυκτὸς
ἀνηγάγοντο
,
καὶ
τῇ
ἄλλῃ
ἡμέρᾳ
περὶ
ἀρίστου
ὥραν
ἧκον
εἰς
Προκόννησον
.
ἐκεῖ
δʼ
ἐπύθοντο
ὅτι
Μίνδαρος
ἐν
Κυζίκῳ
εἴη
καὶ
Φαρνάβαζος
μετὰ
τοῦ
πεζοῦ
.
ταύτην
μὲν
οὖν
τὴν
ἡμέραν
αὐτοῦ
ἔμειναν
,
τῇ
δὲ
ὑστεραίᾳ
Ἀλκιβιάδης
ἐκκλησίαν
ποιήσας
παρεκελεύετο
αὐτοῖς
ὅτι
ἀνάγκη
εἴη
καὶ
ναυμαχεῖν
καὶ
πεζομαχεῖν
καὶ
τειχομαχεῖν
·
οὐ
γὰρ
ἔστιν
,
ἔφη
,
χρήματα
ἡμῖν
,
τοῖς
δὲ
πολεμίοις
ἄφθονα
παρὰ
βασιλέως
.
ἔστιν
τῇ
δὲ
προτεραίᾳ
,
ἐπειδὴ
ὡρμίσαντο
,
τὰ
πλοῖα
πάντα
καὶ
τὰ
μικρὰ
συνήθροισε
παρʼ
ἑαυτόν
,
ὅπως
μηδεὶς
ἐξαγγείλαι
τοῖς
πολεμίοις
τὸ
πλῆθος
τῶν
νεῶν
,
ἐπεκήρυξέ
τε
,
ὃς
ἂν
ἁλίσκηται
εἰς
τὸ
πέραν
διαπλέων
,
θάνατον
τὴν
ζημίαν
.
μετὰ
δὲ
τὴν
ἐκκλησίαν
παρασκευασάμενος
ὡς
ἐπὶ
ναυμαχίαν
ἀνηγάγετο
ἐπὶ
τὴν
Κύζικον
ὕοντος
πολλῷ
.
ἐπειδὴ
δʼ
ἐγγὺς
τῆς
Κυζίκου
ἦν
,
αἰθρίας
γενομένης
καὶ
τοῦ
ἡλίου
ἐκλάμψαντος
καθορᾷ
τὰς
τοῦ
Μινδάρου
ναῦς
γυμναζομένας
πόρρω
ἀπὸ
τοῦ
λιμένος
καὶ
ἀπειλημμένας
ὑπʼ
αὐτοῦ
,
ἑξήκοντα
οὔσας
.
οἱ
δὲ
Πελοποννήσιοι
ἰδόντες
τὰς
τῶν
Ἀθηναίων
τριήρεις
οὔσας
πλείους
τε
πολλῷ
ἢ
πρότερον
καὶ
πρὸς
τῷ
λιμένι
,
ἔφυγον
εἰς
τὴν
γῆν
·
[0]
καὶ
συνορμίσαντες
τὰς
ναῦς
ἐμάχοντο
ἐπιπλέουσι
τοῖς
ἐναντίοις
.
Ἀλκιβιάδης
δὲ
ταῖς
εἴκοσι
τῶν
νεῶν
περιπλεύσας
ἀπέβη
εἰς
τὴν
γῆν
.
ἰδὼν
δὲ
ὁ
Μίνδαρος
,
καὶ
αὐτὸς
ἀποβὰς
ἐν
τῇ
γῇ
μαχόμενος
ἀπέθανεν
·
οἱ
δὲ
μετʼ
αὐτοῦ
ὄντες
ἔφυγον
.
τὰς
δὲ
ναῦς
οἱ
Ἀθηναῖοι
ᾤχοντο
ἄγοντες
ἁπάσας
εἰς
Προκόννησον
πλὴν
τῶν
Συρακοσίων
·
ἐκείνας
δὲ
αὐτοὶ
κατέκαυσαν
οἱ
Συρακόσιοι
.
ἐκεῖθεν
δὲ
τῇ
ὑστεραίᾳ
ἔπλεον
οἱ
Ἀθηναῖοι
ἐπὶ
Κύζικον
.
οἱ
δὲ
Κυζικηνοὶ
τῶν
Πελοποννησίων
καὶ
Φαρναβάζου
ἐκλιπόντων
αὐτὴν
ἐδέχοντο
τοὺς
Ἀθηναίους
·
Ἀλκιβιάδης
δὲ
μείνας
αὐτοῦ
εἴκοσιν
ἡμέρας
καὶ
χρήματα
πολλὰ
λαβὼν
παρὰ
τῶν
Κυζικηνῶν
,
οὐδὲν
ἄλλο
κακὸν
ἐργασάμενος
ἐν
τῇ
πόλει
ἀπέπλευσεν
εἰς
Προκόννησον
.
ἐκεῖθεν
δʼ
ἔπλευσεν
εἰς
Πέρινθον
καὶ
Σηλυμβρίαν
.
καὶ
Περίνθιοι
μὲν
εἰσεδέξαντο
εἰς
τὸ
ἄστυ
τὸ
στρατόπεδον
·
Σηλυμβριανοὶ
δὲ
ἐδέξαντο
μὲν
οὔ
,
χρήματα
δὲ
ἔδοσαν
.
ἐντεῦθεν
δʼ
ἀφικόμενοι
τῆς
Καλχηδονίας
εἰς
Χρυσόπολιν
ἐτείχισαν
αὐτήν
,
καὶ
δεκατευτήριον
κατεσκεύασαν
ἐν
αὐτῇ
,
καὶ
τὴν
δεκάτην
ἐξέλεγον
τῶν
ἐκ
τοῦ
Πόντου
πλοίων
,
καὶ
φυλακὴν
ἐγκαταλιπόντες
ναῦς
τριάκοντα
καὶ
στρατηγὼ
δύο
,
Θηραμένην
καὶ
Εὔμαχον
,
τοῦ
τε
χωρίου
ἐπιμελεῖσθαι
καὶ
τῶν
ἐκπλεόντων
πλοίων
καὶ
εἴ
τι
ἄλλο
δύναιντο
βλάπτειν
τοὺς
πολεμίους
.
οἱ
δʼ
ἄλλοι
στρατηγοὶ
εἰς
τὸν
Ἑλλήσποντον
ᾤχοντο
.
παρὰ
δὲ
Ἱπποκράτους
τοῦ
Μινδάρου
ἐπιστολέως
εἰς
Λακεδαίμονα
γράμματα
πεμφθέντα
ἑάλωσαν
εἰς
Ἀθήνας
λέγοντα
τάδε
·
ἔρρει
τὰ
κᾶλα
.
Μίνδαρος
ἀπεσσύα
.
πεινῶντι
τ-
ὤνδρες
.
ἀπορίομες
τί
χρὴ
δρᾶν
.
Φαρνάβαζος
δὲ
παντὶ
τῷ
τῶν
Πελοποννησίων
στρατεύματι
καὶ
τοῖς
συμμάχοις
παρακελευσάμενος
μὴ
ἀθυμεῖν
ἕνεκα
ξύλων
,
ὡς
ὄντων
πολλῶν
ἐν
τῇ
βασιλέως
,
ἕως
ἂν
τὰ
σώματα
σῶα
ᾖ
,
ἱμάτιόν
τʼ
ἔδωκεν
ἑκάστῳ
καὶ
ἐφόδιον
δυοῖν
μηνοῖν
,
καὶ
ὁπλίσας
τοὺς
ναύτας
φύλακας
κατέστησε
τῆς
ἑαυτοῦ
παραθαλαττίας
γῆς
.
καὶ
συγκαλέσας
τούς
τε
ἀπὸ
τῶν
πόλεων
στρατηγοὺς
καὶ
τριηράρχους
ἐκέλευε
ναυπηγεῖσθαι
τριήρεις
ἐν
Ἀντάνδρῳ
ὅσας
ἕκαστοι
ἀπώλεσαν
,
χρήματά
τε
διδοὺς
καὶ
ὕλην
ἐκ
τῆς
Ἴδης
κομίζεσθαι
φράζων
.
ναυπηγουμένων
δὲ
οἱ
Συρακόσιοι
ἅμα
τοῖς
Ἀντανδρίοις
τοῦ
τείχους
τι
ἐπετέλεσαν
,
καὶ
ἐν
τῇ
φρουρᾷ
ἤρεσαν
πάντων
μάλιστα
.
διὰ
ταῦτα
δὲ
εὐεργεσία
τε
καὶ
πολιτεία
Συρακοσίοις
ἐν
Ἀντάνδρῳ
ἐστί
.
Φαρνάβαζος
μὲν
οὖν
ταῦτα
διατάξας
εὐθὺς
εἰς
Καλχηδόνα
ἐβοήθει
.
ἐν
δὲ
τῷ
χρόνῳ
τούτῳ
ἠγγέλθη
τοῖς
τῶν
Συρακοσίων
στρατηγοῖς
οἴκοθεν
ὅτι
φεύγοιεν
ὑπὸ
τοῦ
δήμου
.
συγκαλέσαντες
οὖν
τοὺς
ἑαυτῶν
στρατιώτας
Ἑρμοκράτους
προηγοροῦντος
ἀπωλοφύροντο
τὴν
ἑαυτῶν
συμφοράν
,
ὡς
ἀδίκως
φεύγοιεν
ἅπαντες
παρὰ
τὸν
νόμον
·
παρῄνεσάν
τε
προθύμους
εἶναι
καὶ
τὰ
λοιπά
,
ὥσπερ
τὰ
πρότερα
,
καὶ
ἄνδρας
ἀγαθοὺς
πρὸς
τὰ
ἀεὶ
παραγγελλόμενα
,
ἑλέσθαι
δὲ
ἐκέλευον
ἄρχοντας
,
μέχρι
ἂν
ἀφίκωνται
οἱ
ᾑρημένοι
ἀντʼ
ἐκείνων
.
[0]
οἱ
δʼ
ἀναβοήσαντες
ἐκέλευον
ἐκείνους
ἄρχειν
,
καὶ
μάλιστα
οἱ
τριήραρχοι
καὶ
οἱ
ἐπιβάται
καὶ
οἱ
κυβερνῆται
.
οἱ
δʼ
οὐκ
ἔφασαν
δεῖν
στασιάζειν
πρὸς
τὴν
ἑαυτῶν
πόλιν
·
εἰ
δέ
τις
ἐπικαλοίη
τι
αὐτοῖς
,
λόγον
ἔφασαν
χρῆναι
διδόναι
,
μεμνημένους
Ὅσας
τε
ναυμαχίας
αὐτοὶ
καθʼ
αὑτοὺς
νενικήκατε
καὶ
ναῦς
εἰλήφατε
,
ὅσα
τε
μετὰ
τῶν
ἄλλων
ἀήττητοι
γεγόνατε
ἡμῶν
ἡγουμένων
,
τάξιν
ἔχοντες
τὴν
κρατίστην
διά
τε
τὴν
ἡμετέραν
ἀρετὴν
καὶ
διὰ
τὴν
ὑμετέραν
προθυμίαν
καὶ
κατὰ
γῆν
καὶ
κατὰ
θάλατταν
ὑπάρχουσαν
.
οὐδενὸς
δὲ
οὐδὲν
ἐπαιτιωμένου
,
δεομένων
ἔμειναν
ἕως
ἀφίκοντο
οἱ
ἀντʼ
ἐκείνων
στρατηγοί
,
Δήμαρχός
τʼ
Ἐπικύδου
καὶ
Μύσκων
Μενεκράτους
καὶ
Πόταμις
Γνώσιος
.
τῶν
δὲ
τριηράρχων
ὀμόσαντες
οἱ
πλεῖστοι
κατάξειν
αὐτούς
,
ἐπὰν
εἰς
Συρακούσας
ἀφίκωνται
,
ἀπεπέμψαντο
ὅποι
ἐβούλοντο
πάντας
ἐπαινοῦντες
·
ἰδίᾳ
δὲ
οἱ
πρὸς
Ἑρμοκράτην
προσομιλοῦντες
μάλιστα
ἐπόθησαν
τήν
τε
ἐπιμέλειαν
καὶ
προθυμίαν
καὶ
κοινότητα
.
ὧν
γὰρ
ἐγίγνωσκε
τοὺς
ἐπιεικεστάτους
καὶ
τριηράρχων
καὶ
κυβερνητῶν
καὶ
ἐπιβατῶν
,
ἑκάστης
ἡμέρας
πρῲ
καὶ
πρὸς
ἑσπέραν
συναλίζων
πρὸς
τὴν
σκηνὴν
τὴν
ἑαυτοῦ
ἀνεκοινοῦτο
ὅ
τι
ἔμελλεν
ἢ
λέγειν
ἢ
πράττειν
,
κ-
ἀκείνους
ἐδίδασκε
κελεύων
λέγειν
τὰ
μὲν
ἀπὸ
τοῦ
παραχρῆμα
,
τὰ
δὲ
βουλευσαμένους
.
λέγειν
ἐκ
τούτων
Ἑρμοκράτης
τὰ
πολλὰ
ἐν
τῷ
συνεδρίῳ
ηὐδόξει
,
λέγειν
τε
δοκῶν
καὶ
βουλεύειν
τὰ
κράτιστα
.
κατηγορήσας
δὲ
Τισσαφέρνους
ἐν
Λακεδαίμονι
Ἑρμοκράτης
,
μαρτυροῦντος
καὶ
Ἀστυόχου
,
καὶ
δόξας
τὰ
ὄντα
λέγειν
,
ἀφικόμενος
παρὰ
Φαρνάβαζον
,
πρὶν
αἰτῆσαι
χρήματα
λαβών
,
παρεσκευάζετο
πρὸς
τὴν
εἰς
Συρακούσας
κάθοδον
ξένους
τε
καὶ
τριήρεις
.
ἐν
τούτῳ
δὲ
ἧκον
οἱ
διάδοχοι
τῶν
Συρακοσίων
εἰς
Μίλητον
καὶ
παρέλαβον
τὰς
ναῦς
καὶ
τὸ
στράτευμα
.
ἐν
Θάσῳ
δὲ
κατὰ
τὸν
καιρὸν
τοῦτον
στάσεως
γενομένης
ἐκπίπτουσιν
οἱ
λακωνισταὶ
καὶ
ὁ
Λάκων
ἁρμοστὴς
Ἐτεόνικος
.
καταιτιαθεὶς
δὲ
ταῦτα
πρᾶξαι
σὺν
Τισσαφέρνει
Πασιππίδας
ὁ
Λάκων
ἔφυγεν
ἐκ
Σπάρτης
·
ἐπὶ
δὲ
τὸ
ναυτικόν
,
ὃ
ἐκεῖνος
ἡθροίκει
ἀπὸ
τῶν
συμμάχων
,
ἐξεπέμφθη
Κρατησιππίδας
,
καὶ
παρέλαβεν
ἐν
Χίῳ
.
περὶ
δὲ
τούτους
τοὺς
χρόνους
Θρασύλλου
ἐν
Ἀθήναις
ὄντος
Ἆγις
ἐκ
τῆς
Δεκελείας
προνομὴν
ποιούμενος
πρὸς
αὐτὰ
τὰ
τείχη
ἦλθε
τῶν
Ἀθηναίων
·
Θράσυλλος
δὲ
ἐξαγαγὼν
Ἀθηναίους
καὶ
τοὺς
ἄλλους
τοὺς
ἐν
τῇ
πόλει
ὄντας
ἅπαντας
παρέταξε
παρὰ
τὸ
Λύκειον
γυμνάσιον
,
ὡς
μαχούμενος
,
ἂν
προσίωσιν
.
ἰδὼν
δὲ
ταῦτα
Ἆγις
ἀπήγαγε
ταχέως
,
καί
τινες
αὐτῶν
ὀλίγοι
τῶν
ἐπὶ
πᾶσιν
ὑπὸ
τῶν
ψιλῶν
ἀπέθανον
.
οἱ
οὖν
Ἀθηναῖοι
τῷ
Θρασύλλῳ
διὰ
ταῦτα
ἔτι
προθυμότεροι
ἦσαν
ἐφʼ
ἃ
ἧκε
,
καὶ
ἐψηφίσαντο
ὁπλίτας
τε
αὐτὸν
καταλέξασθαι
χιλίους
,
ἱππέας
δὲ
ἑκατόν
,
τριήρεις
δὲ
πεντήκοντα
.
Ἆγις
δὲ
ἐκ
τῆς
Δεκελείας
ἰδὼν
πλοῖα
πολλὰ
σίτου
εἰς
Πειραιᾶ
καταθέοντα
,
οὐδὲν
ὄφελος
ἔφη
εἶναι
τοὺς
μετʼ
αὐτοῦ
πολὺν
ἤδη
χρόνον
Ἀθηναίους
εἴργειν
τῆς
γῆς
,
εἰ
μή
τις
σχήσοι
καὶ
ὅθεν
ὁ
κατὰ
θάλατταν
σῖτος
φοιτᾷ
·
κράτιστόν
τε
εἶναι
καὶ
Κλέαρχον
τὸν
Ῥαμφίου
πρόξενον
ὄντα
Βυζαντίων
πέμψαι
εἰς
Καλχηδόνα
τε
καὶ
Βυζάντιον
.
[0]
δόξαντος
δὲ
τούτου
,
πληρωθεισῶν
νεῶν
ἔκ
τε
Μεγάρων
καὶ
παρὰ
τῶν
ἄλλων
συμμάχων
πεντεκαίδεκα
στρατιωτίδων
μᾶλλον
ἢ
ταχειῶν
ᾤχετο
.
πληρωθεισῶν
καὶ
αὐτοῦ
τῶν
νεῶν
τρεῖς
ἀπόλλυνται
ἐν
τῷ
Ἑλλησπόντῳ
ὑπὸ
τῶν
Ἀττικῶν
ἐννέα
νεῶν
,
αἳ
ἀεὶ
ἐνταῦθα
τὰ
πλοῖα
διεφύλαττον
,
αἱ
δʼ
ἄλλαι
ἔφυγον
εἰς
†
Σηστόν
,
ἐκεῖθεν
δὲ
εἰς
Βυζάντιον
ἐσώθησαν
.
καὶ
ὁ
ἐνιαυτὸς
ἔληγεν
,
ἐν
ᾧ
Καρχηδόνιοι
Ἀννίβα
ἡγουμένου
στρατεύσαντες
ἐπὶ
Σικελίαν
δέκα
μυριάσι
στρατιᾶς
αἱροῦσιν
ἐν
τρισὶ
μησὶ
δύο
πόλεις
Ἑλληνίδας
Σελινοῦντα
καὶ
Ἱμέραν
.
,
τῷ
δὲ
ἄλλῳ
ἔτει
ᾧ
ἦν
Ὀλυμπιὰς
τρίτη
καὶ
ἐνενηκοστή
,
ᾗ
προστεθεῖσα
ξυνωρὶς
ἐνίκα
Εὐαγόρου
Ἠλείου
,
τὸ
δὲ
στάδιον
Εὐβώτας
Κυρηναῖος
,
ἐπὶ
ἐφόρου
μὲν
ὄντος
ἐν
Σπάρτῃ
Εὐαρχίππου
,
ἄρχοντος
δʼ
ἐν
Ἀθήναις
Εὐκτήμονος
,
Ἀθηναῖοι
μὲν
Θορικὸν
ἐτείχισαν
,
Θράσυλλος
δὲ
τά
τε
ψηφισθέντα
πλοῖα
λαβὼν
καὶ
πεντακισχιλίους
τῶν
ναυτῶν
πελταστὰς
ποιησάμενος
,
ὡς
ἅμα
καὶ
πελτασταῖς
ἐσομένοις
,
ἐξέπλευσεν
ἀρχομένου
τοῦ
θέρους
εἰς
Σάμον
.
[0]
ἐκεῖ
δὲ
μείνας
τρεῖς
ἡμέρας
ἔπλευσεν
εἰς
Πύγελα
·
καὶ
ἐνταῦθα
τήν
τε
χώραν
ἐδῄου
καὶ
προσέβαλλε
τῷ
τείχει
.
ἐκ
δὲ
τῆς
Μιλήτου
βοηθήσαντές
τινες
τοῖς
Πυγελεῦσι
διεσπαρμένους
τῶν
Ἀθηναίων
ὄντας
τοὺς
ψιλοὺς
ἐδίωκον
.
οἱ
δὲ
πελτασταὶ
καὶ
τῶν
ὁπλιτῶν
δύο
λόχοι
βοηθήσαντες
πρὸς
τοὺς
αὑτῶν
ψιλοὺς
ἀπέκτειναν
ἅπαντας
τοὺς
ἐκ
Μιλήτου
ἐκτὸς
ὀλίγων
,
καὶ
ἀσπίδας
ἔλαβον
ὡς
διακοσίας
,
καὶ
τροπαῖον
ἔστησαν
.
τῇ
δὲ
ὑστεραίᾳ
ἔπλευσαν
εἰς
Νότιον
,
καὶ
ἐντεῦθεν
παρασκευασάμενοι
ἐπορεύοντο
εἰς
Κολοφῶνα
.
Κολοφώνιοι
δὲ
προσεχώρησαν
.
καὶ
τῆς
ἐπιούσης
νυκτὸς
ἐνέβαλον
εἰς
τὴν
Λυδίαν
ἀκμάζοντος
τοῦ
σίτου
,
καὶ
κώμας
τε
πολλὰς
ἐνέπρησαν
καὶ
χρήματα
ἔλαβον
καὶ
ἀνδράποδα
καὶ
ἄλλην
λείαν
πολλήν
.
Στάγης
δὲ
ὁ
Πέρσης
περὶ
ταῦτα
τὰ
χωρία
ὤν
,
ἐπεὶ
οἱ
Ἀθηναῖοι
ἐκ
τοῦ
στρατοπέδου
διεσκεδασμένοι
ἦσαν
κατὰ
τὰς
ἰδίας
λείας
,
βοηθησάντων
τῶν
ἱππέων
ἕνα
μὲν
ζωὸν
ἔλαβεν
,
ἑπτὰ
δὲ
ἀπέκτεινε
.
Θράσυλλος
δὲ
μετὰ
ταῦτα
ἀπήγαγεν
ἐπὶ
θάλατταν
τὴν
στρατιάν
,
ὡς
εἰς
Ἔφεσον
πλευσούμενος
.
Τισσαφέρνης
δὲ
αἰσθόμενος
τοῦτο
τὸ
ἐπιχείρημα
,
στρατιάν
τε
συνέλεγε
πολλὴν
καὶ
ἱππέας
ἀπέστελλε
παραγγέλλων
πᾶσιν
εἰς
Ἔφεσον
βοηθεῖν
τῇ
Ἀρτέμιδι
.
Θράσυλλος
δὲ
ἑβδόμῃ
καὶ
δεκάτῃ
ἡμέρᾳ
μετὰ
τὴν
εἰσβολὴν
εἰς
Ἔφεσον
ἀπέπλευσε
,
καὶ
τοὺς
μὲν
ὁπλίτας
πρὸς
τὸν
Κορησσὸν
ἀποβιβάσας
,
τοὺς
δὲ
ἱππέας
καὶ
πελταστὰς
καὶ
ἐπιβάτας
καὶ
τοὺς
ἄλλους
πάντας
πρὸς
τὸ
ἕλος
ἐπὶ
τὰ
ἕτερα
τῆς
πόλεως
,
ἅμα
τῇ
ἡμέρᾳ
προσῆγε
δύο
στρατόπεδα
.
ἀποβιβάσας
οἱ
δʼ
ἐκ
τῆς
πόλεως
ἐβοήθησαν
†
σφίσιν
†
οἵ
τε
σύμμαχοι
οὓς
Τισσαφέρνης
ἤγαγε
,
καὶ
Συρακόσιοι
οἵ
τʼ
ἀπὸ
τῶν
προτέρων
εἴκοσι
νεῶν
καὶ
ἀπὸ
ἑτέρων
πέντε
,
αἳ
ἔτυχον
τότε
παραγενόμεναι
,
νεωστὶ
ἥκουσαι
μετὰ
Εὐκλέους
τε
τοῦ
Ἵππωνος
καὶ
Ἡρακλείδου
τοῦ
Ἀριστογένους
στρατηγῶν
,
καὶ
Σελινούσιαι
δύο
.
[0]
οὗτοι
δὲ
πάντες
πρῶτον
μὲν
πρὸς
τοὺς
ὁπλίτας
τοὺς
ἐν
Κορησσῷ
ἐβοήθησαν
·
τούτους
δὲ
τρεψάμενοι
καὶ
ἀποκτείναντες
ἐξ
αὐτῶν
ὡσεὶ
ἑκατὸν
καὶ
εἰς
τὴν
θάλατταν
καταδιώξαντες
πρὸς
τοὺς
παρὰ
τὸ
ἕλος
ἐτράποντο
.
ἔφυγον
δὲ
κ-
ἀκεῖ
οἱ
Ἀθηναῖοι
,
καὶ
ἀπώλοντο
αὐτῶν
ὡς
τριακόσιοι
.
οἱ
δὲ
Ἐφέσιοι
τροπαῖον
ἐνταῦθα
ἔστησαν
καὶ
ἕτερον
πρὸς
τῷ
Κορησσῷ
.
ἔστησαν
τοῖς
δὲ
Συρακοσίοις
καὶ
Σελινουσίοις
κρατίστοις
γενομένοις
ἀριστεῖα
ἔδωκαν
καὶ
κοινῇ
καὶ
ἰδίᾳ
πολλοῖς
,
καὶ
†
οἰκεῖν
ἀτέλειαν
ἔδοσαν
τῷ
βουλομένῳ
ἀεί
·
Σελινουσίοις
δέ
,
ἐπεὶ
ἡ
πόλις
ἀπωλώλει
,
καὶ
πολιτείαν
ἔδοσαν
.
οἱ
δʼ
Ἀθηναῖοι
τοὺς
νεκροὺς
ὑποσπόνδους
ἀπολαβόντες
ἀπέπλευσαν
εἰς
Νότιον
,
κ-
ἀκεῖ
θάψαντες
αὐτοὺς
ἔπλεον
εὐθὺ
Λέσβου
καὶ
Ἑλλησπόντου
.
ὁρμοῦντες
δὲ
ἐν
Μηθύμνῃ
τῆς
Λέσβου
εἶδον
παραπλεούσας
ἐξ
Ἐφέσου
τὰς
Συρακοσίας
ναῦς
πέντε
καὶ
εἴκοσι
·
καὶ
ἐπʼ
αὐτὰς
ἀναχθέντες
τέτταρας
μὲν
ἔλαβον
αὐτοῖς
ἀνδράσι
,
τὰς
δʼ
ἄλλας
κατεδίωξαν
εἰς
Ἔφεσον
.
καὶ
τοὺς
μὲν
ἄλλους
αἰχμαλώτους
Θράσυλλος
εἰς
Ἀθήνας
ἀπέπεμψε
πάντας
,
Ἀλκιβιάδην
δὲ
Ἀθηναῖον
,
Ἀλκιβιάδου
ὄντα
ἀνεψιὸν
καὶ
συμφυγάδα
,
κατέλευσεν
.
ἐντεῦθεν
δὲ
ἔπλευσεν
εἰς
τὴν
Σηστὸν
πρὸς
τὸ
ἄλλο
στράτευμα
.
ἐκεῖθεν
δὲ
ἅπασα
ἡ
στρατιὰ
διέβη
εἰς
Λάμψακον
.
καὶ
χειμὼν
ἐπῄει
,
ἐν
ᾧ
οἱ
αἰχμάλωτοι
Συρακόσιοι
,
εἰργμένοι
τοῦ
Πειραιῶς
ἐν
λιθοτομίαις
,
διορύξαντες
τὴν
πέτραν
,
ἀποδράντες
νυκτὸς
ᾤχοντο
εἰς
Δεκέλειαν
,
οἱ
δʼ
εἰς
Μέγαρα
.
ᾤχοντο
ἐν
δὲ
τῇ
Λαμψάκῳ
συντάττοντος
Ἀλκιβιάδου
τὸ
στράτευμα
πᾶν
οἱ
πρότεροι
στρατιῶται
οὐκ
ἐβούλοντο
τοῖς
μετὰ
Θρασύλλου
συντάττεσθαι
,
ὡς
αὐτοὶ
μὲν
ὄντες
ἀήττητοι
,
ἐκεῖνοι
δὲ
ἡττημένοι
ἥκοιεν
.
ἥκοιεν
ἐνταῦθα
δὴ
ἐχείμαζον
ἅπαντες
Λάμψακον
τειχίζοντες
.
καὶ
ἐστράτευσαν
πρὸς
Ἄβυδον
·
Φαρνάβαζος
δʼ
ἐβοήθησεν
ἵπποις
πολλοῖς
,
καὶ
μάχῃ
ἡττηθεὶς
ἔφυγεν
.
Ἀλκιβιάδης
δὲ
ἐδίωκεν
ἔχων
τούς
τε
ἱππέας
καὶ
τῶν
ὁπλιτῶν
εἴκοσι
καὶ
ἑκατόν
,
ὧν
ἦρχε
Μένανδρος
,
μέχρι
σκότος
ἀφείλετο
.
ἐκ
δὲ
τῆς
μάχης
ταύτης
συνέβησαν
οἱ
στρατιῶται
αὐτοὶ
αὑτοῖς
καὶ
ἠσπάζοντο
τοὺς
μετὰ
Θρασύλλου
.
ἐξῆλθον
δέ
τινας
καὶ
ἄλλας
ἐξόδους
τοῦ
χειμῶνος
εἰς
τὴν
ἤπειρον
καὶ
ἐπόρθουν
τὴν
βασιλέως
χώραν
.
τῷ
δʼ
αὐτῷ
χρόνῳ
καὶ
Λακεδαιμόνιοι
τοὺς
εἰς
τὸ
Κορυφάσιον
τῶν
Εἱλώτων
ἀφεστῶτας
ἐκ
Μαλέας
ὑποσπόνδους
ἀφῆκαν
.
κατὰ
δὲ
τὸν
αὐτὸν
καιρὸν
καὶ
ἐν
Ἡρακλείᾳ
τῇ
Τραχινίᾳ
Ἀχαιοὶ
τοὺς
ἐποίκους
,
ἀντιτεταγμένων
πάντων
πρὸς
Οἰταίους
πολεμίους
ὄντας
,
προέδοσαν
,
ὥστε
ἀπολέσθαι
αὐτῶν
πρὸς
ἑπτακοσίους
σὺν
τῷ
ἐκ
Λακεδαίμονος
ἁρμοστῇ
Λαβώτῃ
.
καὶ
ὁ
ἐνιαυτὸς
ἔληγεν
οὗτος
,
ἐν
ᾧ
καὶ
Μῆδοι
ἀπὸ
Δαρείου
τοῦ
Περσῶν
βασιλέως
ἀποστάντες
πάλιν
προσεχώρησαν
αὐτῷ
.
τοῦ
δʼ
ἐπιόντος
ἔτους
ὁ
ἐν
Φωκαίᾳ
νεὼς
τῆς
Ἀθηνᾶς
ἐνεπρήσθη
πρηστῆρος
ἐμπεσόντος
.
ἐπεὶ
δʼ
ὁ
χειμὼν
ἔληγε
,
Παντακλέους
μὲν
ἐφορεύοντος
,
ἄρχοντος
δʼ
Ἀντιγένους
,
ἔαρος
ἀρχομένου
,
δυοῖν
καὶ
εἴκοσιν
ἐτῶν
τῷ
πολέμῳ
παρεληλυθότων
,
οἱ
Ἀθηναῖοι
ἔπλευσαν
εἰς
Προκόννησον
παντὶ
τῷ
στρατοπέδῳ
.
ἐκεῖθεν
δʼ
ἐπὶ
Καλχηδόνα
καὶ
Βυζάντιον
ὁρμήσαντες
ἐστρατοπεδεύσαντο
πρὸς
Καλχηδόνι
.
οἱ
δὲ
Καλχηδόνιοι
προσιόντας
αἰσθόμενοι
τοὺς
Ἀθηναίους
,
τὴν
λείαν
ἅπασαν
κατέθεντο
εἰς
τοὺς
Βιθυνοὺς
Θρᾷκας
,
ἀστυγείτονας
ὄντας
.
Ἀλκιβιάδης
δὲ
λαβὼν
τῶν
τε
ὁπλιτῶν
ὀλίγους
καὶ
τοὺς
ἱππέας
,
καὶ
τὰς
ναῦς
παραπλεῖν
κελεύσας
,
ἐλθὼν
εἰς
τοὺς
Βιθυνοὺς
ἀπῄτει
τὰ
τῶν
Καλχηδονίων
χρήματα
·
εἰ
δὲ
μή
,
πολεμήσειν
ἔφη
αὐτοῖς
.
[0]
οἱ
δὲ
ἀπέδοσαν
.
Ἀλκιβιάδης
δʼ
ἐπεὶ
ἧκεν
εἰς
τὸ
στρατόπεδον
τήν
τε
λείαν
ἔχων
καὶ
πίστεις
πεποιημένος
,
ἀπετείχιζε
τὴν
Καλχηδόνα
παντὶ
τῷ
στρατοπέδῳ
ἀπὸ
θαλάττης
εἰς
θάλατταν
καὶ
τοῦ
ποταμοῦ
ὅσον
οἷόν
τʼ
ἦν
ξυλίνῳ
τείχει
.
ἐνταῦθα
Ἱπποκράτης
μὲν
ὁ
Λακεδαιμόνιος
ἁρμοστὴς
ἐκ
τῆς
πόλεως
ἐξήγαγε
τοὺς
στρατιώτας
,
ὡς
μαχούμενος
·
οἱ
δὲ
Ἀθηναῖοι
ἀντιπαρετάξαντο
αὐτῷ
,
Φαρνάβαζος
δὲ
ἔξωθεν
τῶν
περιτειχισμάτων
ἐβοήθει
στρατιᾷ
τε
καὶ
ἵπποις
πολλοῖς
.
Ἱπποκράτης
μὲν
οὖν
καὶ
Θράσυλλος
ἐμάχοντο
ἑκάτερος
τοῖς
ὁπλίταις
χρόνον
πολύν
,
μέχρι
Ἀλκιβιάδης
ἔχων
ὁπλίτας
τέ
τινας
καὶ
τοὺς
ἱππέας
ἐβοήθησε
.
καὶ
Ἱπποκράτης
μὲν
ἀπέθανεν
,
οἱ
δὲ
μετʼ
αὐτοῦ
ὄντες
ἔφυγον
εἰς
τὴν
πόλιν
.
ἅμα
δὲ
καὶ
Φαρνάβαζος
,
οὐ
δυνάμενος
συμμεῖξαι
πρὸς
τὸν
Ἱπποκράτην
διὰ
τὴν
στενοπορίαν
,
τοῦ
ποταμοῦ
καὶ
τῶν
ἀποτειχισμάτων
ἐγγὺς
ὄντων
,
ἀπεχώρησεν
εἰς
τὸ
Ἡράκλειον
τὸ
τῶν
Καλχηδονίων
,
οὗ
ἦν
αὐτῷ
τὸ
στρατόπεδον
.
ἐκ
τούτου
δὲ
Ἀλκιβιάδης
μὲν
ᾤχετο
εἰς
τὸν
Ἑλλήσποντον
καὶ
εἰς
Χερρόνησον
χρήματα
πράξων
·
οἱ
δὲ
λοιποὶ
στρατηγοὶ
συνεχώρησαν
πρὸς
Φαρνάβαζον
ὑπὲρ
Καλχηδόνος
εἴκοσι
τάλαντα
δοῦναι
Ἀθηναίοις
Φαρνάβαζον
καὶ
ὡς
βασιλέα
πρέσβεις
Ἀθηναίων
ἀναγαγεῖν
,
καὶ
ὅρκους
ἔδοσαν
καὶ
ἔλαβον
παρὰ
Φαρναβάζου
ὑποτελεῖν
τὸν
φόρον
Καλχηδονίους
Ἀθηναίοις
ὅσονπερ
εἰώθεσαν
καὶ
τὰ
ὀφειλόμενα
χρήματα
ἀποδοῦναι
,
Ἀθηναίους
δὲ
μὴ
πολεμεῖν
Καλχηδονίοις
,
ἕως
ἂν
οἱ
παρὰ
βασιλέως
πρέσβεις
ἔλθωσιν
.
[0]
Ἀλκιβιάδης
δὲ
τοῖς
ὅρκοις
οὐκ
ἐτύγχανε
παρών
,
ἀλλὰ
περὶ
Σηλυμβρίαν
ἦν
·
ἐκείνην
δʼ
ἑλὼν
πρὸς
τὸ
Βυζάντιον
ἧκεν
,
ἔχων
Χερρονησίτας
τε
πανδημεὶ
καὶ
ἀπὸ
Θρᾴκης
στρατιώτας
καὶ
ἱππέας
πλείους
τριακοσίων
.
Φαρνάβαζος
δὲ
ἀξιῶν
δεῖν
κ-
ἀκεῖνον
ὀμνύναι
,
περιέμενεν
ἐν
Καλχηδόνι
,
μέχρι
ἔλθοι
ἐκ
τοῦ
Βυζαντίου
·
ἐπειδὴ
δὲ
ἧκεν
,
οὐκ
ἔφη
ὀμεῖσθαι
,
εἰ
μὴ
κ-
ἀκεῖνος
αὐτῷ
ὀμεῖται
.
μετὰ
ταῦτα
ὤμοσεν
ὁ
μὲν
ἐν
Χρυσοπόλει
οἷς
Φαρνάβαζος
ἔπεμψε
Μιτροβάτει
καὶ
Ἀρνάπει
,
ὁ
δʼ
ἐν
Καλχηδόνι
τοῖς
παρʼ
Ἀλκιβιάδου
Εὐρυπτολέμῳ
καὶ
Διοτίμῳ
τόν
τε
κοινὸν
ὅρκον
καὶ
ἰδίᾳ
ἀλλήλοις
πίστεις
ἐποιήσαντο
.
ὤμοσεν
Φαρνάβαζος
μὲν
οὖν
εὐθὺς
ἀπῄει
,
καὶ
τοὺς
παρὰ
βασιλέα
πορευομένους
πρέσβεις
ἀπαντᾶν
ἐκέλευσεν
εἰς
Κύζικον
.
ἐπέμφθησαν
δὲ
Ἀθηναίων
μὲν
Δωρόθεος
,
Φιλοκύδης
,
Θεογένης
,
Εὐρυπτόλεμος
,
Μαντίθεος
,
σὺν
δὲ
τούτοις
Ἀργεῖοι
Κλεόστρατος
,
Πυρρόλοχος
·
ἐπέμφθησαν
ἐπορεύοντο
δὲ
καὶ
Λακεδαιμονίων
πρέσβεις
Πασιππίδας
καὶ
ἕτεροι
,
μετὰ
δὲ
τούτων
καὶ
Ἑρμοκράτης
,
ἤδη
φεύγων
ἐκ
Συρακουσῶν
,
καὶ
ὁ
ἀδελφὸς
αὐτοῦ
Πρόξενος
.
ἐπορεύοντο
καὶ
Φαρνάβαζος
μὲν
τούτους
ἦγεν
·
οἱ
δὲ
Ἀθηναῖοι
τὸ
Βυζάντιον
ἐπολιόρκουν
περιτειχίσαντες
,
καὶ
πρὸς
τὸ
τεῖχος
ἀκροβολισμοὺς
καὶ
προσβολὰς
ἐποιοῦντο
.
ἐν
δὲ
τῷ
Βυζαντίῳ
ἦν
Κλέαρχος
Λακεδαιμόνιος
ἁρμοστὴς
καὶ
σὺν
αὐτῷ
τῶν
περιοίκων
τινὲς
καὶ
τῶν
νεοδαμώδων
οὐ
πολλοὶ
καὶ
Μεγαρεῖς
καὶ
ἄρχων
αὐτῶν
Ἕλιξος
Μεγαρεὺς
καὶ
Βοιωτοὶ
καὶ
τούτων
ἄρχων
Κοιρατάδας
.
ἦσαν
οἱ
δʼ
Ἀθηναῖοι
ὡς
οὐδὲν
ἐδύναντο
διαπράξασθαι
κατʼ
ἰσχύν
,
ἔπεισάν
τινας
τῶν
Βυζαντίων
προδοῦναι
τὴν
πόλιν
.
Κλέαρχος
δὲ
ὁ
ἁρμοστὴς
οἰόμενος
οὐδένα
ἂν
τοῦτο
ποιῆσαι
,
καταστήσας
δὲ
ἅπαντα
ὡς
ἐδύνατο
κάλλιστα
καὶ
ἐπιτρέψας
τὰ
ἐν
τῇ
πόλει
Κοιρατάδᾳ
καὶ
Ἑλίξῳ
,
διέβη
παρὰ
τὸν
Φαρνάβαζον
εἰς
τὸ
πέραν
,
μισθόν
τε
τοῖς
στρατιώταις
παρʼ
αὐτοῦ
ληψόμενος
καὶ
ναῦς
συλλέξων
,
αἳ
ἦσαν
ἐν
τῷ
Ἑλλησπόντῳ
ἄλλαι
καταλελειμμέναι
φρουρίδες
ὑπὸ
Πασιππίδου
καὶ
ἐν
Ἀντάνδρῳ
καὶ
ἃς
Ἀγησανδρίδας
εἶχεν
ἐπὶ
Θρᾴκης
,
ἐπιβάτης
ὢν
Μινδάρου
,
καὶ
ὅπως
ἄλλαι
ναυπηγηθείησαν
,
ἁθρόαι
δὲ
γενόμεναι
πᾶσαι
κακῶς
τοὺς
συμμάχους
τῶν
Ἀθηναίων
ποιοῦσαι
ἀποσπάσειαν
τὸ
στρατόπεδον
ἀπὸ
τοῦ
Βυζαντίου
.
ἐπεὶ
δʼ
ἐξέπλευσεν
ὁ
Κλέαρχος
,
οἱ
προδιδόντες
τὴν
πόλιν
τῶν
Βυζαντίων
,
Κύδων
καὶ
Ἀρίστων
καὶ
Ἀναξικράτης
καὶ
Λυκοῦργος
καὶ
Ἀναξίλαος
(
ὃς
ἐπαγόμενος
θανάτου
ὕστερον
ἐν
Λακεδαίμονι
διὰ
τὴν
προδοσίαν
ἀπέφυγεν
,
ἀπολογούμενος
ὅτι
οὐ
προδιδοίη
τὴν
πόλιν
,
ἀλλὰ
σώσαι
,
παῖδας
ὁρῶν
καὶ
γυναῖκας
λιμῷ
ἀπολλυμένους
,
Βυζάντιος
ὢν
καὶ
οὐ
Λακεδαιμόνιος
--
τὸν
γὰρ
ἐνόντα
σῖτον
Κλέαρχον
τοῖς
Λακεδαιμονίων
στρατιώταις
διδόναι
--
διὰ
ταῦτʼ
οὖν
τοὺς
πολεμίους
ἔφη
εἰσέσθαι
,
οὐκ
ἀργυρίου
ἕνεκα
οὐ
-δὲ
διὰ
τὸ
μισεῖν
Λακεδαιμονίους
)
·
[0]
καί
καί
ἐπεὶ
δὲ
αὐτοῖς
παρεσκεύαστο
,
νυκτὸς
ἀνοίξαντες
τὰς
πύλας
τὰς
ἐπὶ
τὸ
Θρᾴκιον
καλουμένας
εἰσήγαγον
τὸ
στράτευμα
καὶ
τὸν
Ἀλκιβιάδην
.
ὁ
δὲ
Ἕλιξος
καὶ
ὁ
Κοιρατάδας
οὐδὲν
τούτων
εἰδότες
ἐβοήθουν
μετὰ
πάντων
εἰς
τὴν
ἀγοράν
·
ἐπεὶ
δὲ
πάντῃ
οἱ
πολέμιοι
κατεῖχον
,
οὐδὲν
ἔχοντες
ὅ
τι
ποιήσαιεν
,
παρέδοσαν
σφᾶς
αὐτούς
.
καὶ
οὗτοι
μὲν
ἀπεπέμφθησαν
εἰς
Ἀθήνας
,
καὶ
ὁ
Κοιρατάδας
ἐν
τῷ
ὄχλῳ
ἀποβαινόντων
ἐν
Πειραιεῖ
ἔλαθεν
ἀποδρὰς
καὶ
ἀπεσώθη
εἰς
Δεκέλειαν
.
Φαρνάβαζος
δὲ
καὶ
οἱ
πρέσβεις
τῆς
Φρυγίας
ἐν
Γορδείῳ
ὄντες
τὸν
χειμῶνα
τὰ
περὶ
τὸ
Βυζάντιον
πεπραγμένα
ἤκουσαν
.
ἀρχομένου
δὲ
τοῦ
ἔαρος
πορευομένοις
αὐτοῖς
παρὰ
βασιλέα
ἀπήντησαν
καταβαίνοντες
οἵ
τε
Λακεδαιμονίων
πρέσβεις
Βοιώτιος
ὄνομα
καὶ
οἱ
μετʼ
αὐτοῦ
καὶ
οἱ
ἄλλοι
ἄγγελοι
,
καὶ
ἔλεγον
ὅτι
Λακεδαιμόνιοι
ὧν
δέονται
πάντων
πεπραγότες
εἶεν
παρὰ
βασιλέως
,
καὶ
Κῦρος
,
ἄρξων
πάντων
τῶν
ἐπὶ
θαλάττῃ
καὶ
συμπολεμήσων
Λακεδαιμονίοις
,
ἐπιστολήν
τε
ἔφερε
τοῖς
κάτω
πᾶσι
τὸ
βασίλειον
σφράγισμα
ἔχουσαν
,
ἐν
ᾗ
ἐνῆν
καὶ
τάδε
·
ὄντες
Καταπέμπω
Κῦρον
κάρανον
τῶν
εἰς
Καστωλὸν
ἁθροιζομένων
.
τὸ
δὲ
κάρανον
ἔστι
κύριον
.
ταῦτʼ
οὖν
ἀκούοντες
οἱ
τῶν
Ἀθηναίων
πρέσβεις
,
καὶ
ἐπειδὴ
Κῦρον
εἶδον
,
ἐβούλοντο
μὲν
μάλιστα
παρὰ
βασιλέα
ἀναβῆναι
,
εἰ
δὲ
μή
,
οἴκαδε
ἀπελθεῖν
.
[0]
Κῦρος
δὲ
Φαρναβάζῳ
εἶπεν
ἢ
παραδοῦναι
τοὺς
πρέσβεις
ἑαυτῷ
ἢ
μὴ
οἴκαδέ
πω
ἀποπέμψαι
,
βουλόμενος
τοὺς
Ἀθηναίους
μὴ
εἰδέναι
τὰ
πραττόμενα
.
Φαρνάβαζος
δὲ
τέως
μὲν
κατεῖχε
τοὺς
πρέσβεις
,
φάσκων
τοτὲ
μὲν
ἀνάξειν
αὐτοὺς
παρὰ
βασιλέα
,
τοτὲ
δὲ
οἴκαδε
ἀποπέμψειν
,
ὡς
μηδὲν
μέμψησθε
·
ἐπειδὴ
δὲ
ἐνιαυτοὶ
ἦσαν
τρεῖς
,
ἐδεήθη
τοῦ
Κύρου
ἀφεῖναι
αὐτούς
,
φάσκων
ὀμωμοκέναι
καὶ
ἀπάξειν
ἐπὶ
θάλατταν
,
ἐπειδὴ
οὐ
παρὰ
βασιλέα
.
[0]
πέμψαντες
δὲ
Ἀριοβαρζάνει
παρακομίσαι
αὐτοὺς
ἐκέλευον
·
ὁ
δὲ
ἀπήγαγεν
εἰς
Κίον
τῆς
Μυσίας
,
ὅθεν
πρὸς
τὸ
ἄλλο
στρατόπεδον
ἀπέπλευσαν
.
Ἀλκιβιάδης
δὲ
βουλόμενος
μετὰ
τῶν
στρατιωτῶν
ἀποπλεῖν
οἴκαδε
,
ἀνήχθη
εὐθὺς
ἐπὶ
Σάμου
·
ἐκεῖθεν
δὲ
λαβὼν
τῶν
νεῶν
εἴκοσιν
ἔπλευσε
τῆς
Καρίας
εἰς
τὸν
Κεραμικὸν
κόλπον
.
ἐκεῖθεν
δὲ
συλλέξας
ἑκατὸν
τάλαντα
ἧκεν
εἰς
τὴν
Σάμον
.
Θρασύβουλος
δὲ
σὺν
τριάκοντα
ναυσὶν
ἐπὶ
Θρᾴκης
ᾤχετο
,
ἐκεῖ
δὲ
τά
τε
ἄλλα
χωρία
τὰ
πρὸς
Λακεδαιμονίους
μεθεστηκότα
κατεστρέψατο
καὶ
Θάσον
,
ἔχουσαν
κακῶς
ὑπό
τε
τῶν
πολέμων
καὶ
στάσεων
καὶ
λιμοῦ
.
Θράσυλλος
δὲ
σὺν
τῇ
ἄλλῃ
στρατιᾷ
εἰς
Ἀθήνας
κατέπλευσε
·
πρὶν
δὲ
ἥκειν
αὐτὸν
οἱ
Ἀθηναῖοι
στρατηγοὺς
εἴλοντο
Ἀλκιβιάδην
μὲν
φεύγοντα
καὶ
Θρασύβουλον
ἀπόντα
,
Κόνωνα
δὲ
τρίτον
ἐκ
τῶν
οἴκοθεν
.
εἴλοντο
εἴλοντο
Ἀλκιβιάδης
δὲ
ἐκ
τῆς
Σάμου
ἔχων
τὰ
χρήματα
κατέπλευσεν
εἰς
Πάρον
ναυσὶν
εἴκοσιν
,
ἐκεῖθεν
δʼ
ἀνήχθη
εὐθὺ
Γυθείου
ἐπὶ
κατασκοπὴν
τῶν
τριήρων
,
ἃς
ἐπυνθάνετο
Λακεδαιμονίους
αὐτόθι
παρασκευάζειν
τριάκοντα
,
καὶ
τοῦ
οἴκαδε
κατάπλου
ὅπως
ἡ
πόλις
πρὸς
αὐτὸν
ἔχοι
.
ἐπεὶ
δὲ
ἑώρα
ἑαυτῷ
εὔνουν
οὖσαν
καὶ
στρατηγὸν
αὑτὸν
ᾑρημένον
καὶ
ἰδίᾳ
μεταπεμπομένους
τοὺς
ἐπιτηδείους
,
κατέπλευσεν
εἰς
τὸν
Πειραιᾶ
ἡμέρᾳ
ᾗ
Πλυντήρια
ἦγεν
ἡ
πόλις
,
τοῦ
ἕδους
κατακεκαλυμμένου
τῆς
Ἀθηνᾶς
,
ὅ
τινες
οἰωνίζοντο
ἀνεπιτήδειον
εἶναι
καὶ
αὐτῷ
καὶ
τῇ
πόλει
.
Ἀθηναίων
γὰρ
οὐδεὶς
ἐν
ταύτῃ
τῇ
ἡμέρᾳ
οὐδενὸς
σπουδαίου
ἔργου
τολμήσαι
ἂν
ἅψασθαι
.
καταπλέοντος
δʼ
αὐτοῦ
ὅ
τε
ἐκ
τοῦ
Πειραιῶς
καὶ
ὁ
ἐκ
τοῦ
ἄστεως
ὄχλος
ἡθροίσθη
πρὸς
τὰς
ναῦς
,
θαυμάζοντες
καὶ
ἰδεῖν
βουλόμενοι
τὸν
Ἀλκιβιάδην
,
λέγοντες
ὅτι
οἱ
μὲν
ὡς
κράτιστος
εἴη
τῶν
πολιτῶν
καὶ
μόνος
ἀπελογήθη
ὡς
οὐ
δικαίως
φύγοι
,
ἐπιβουλευθεὶς
δὲ
ὑπὸ
τῶν
ἔλαττον
ἐκείνου
δυναμένων
μοχθηρότερά
τε
λεγόντων
καὶ
πρὸς
τὸ
αὑτῶν
ἴδιον
κέρδος
πολιτευόντων
,
ἐκείνου
ἀεὶ
τὸ
κοινὸν
αὔξοντος
καὶ
ἀπὸ
τῶν
αὑτοῦ
καὶ
ἀπὸ
τοῦ
τῆς
πόλεως
δυνατοῦ
·
ἐθέλοντος
δὲ
τότε
κρίνεσθαι
παραχρῆμα
τῆς
αἰτίας
ἄρτι
γεγενημένης
ὡς
ἠσεβηκότος
εἰς
τὰ
μυστήρια
,
ὑπερβαλλόμενοι
οἱ
ἐχθροὶ
τὰ
δοκοῦντα
δίκαια
εἶναι
ἀπόντα
αὐτὸν
ἐστέρησαν
τῆς
πατρίδος
·
ἐν
ᾧ
χρόνῳ
ὑπὸ
ἀμηχανίας
δουλεύων
ἠναγκάσθη
μὲν
θεραπεύειν
τοὺς
ἐχθίστους
,
κινδυνεύων
ἀεὶ
παρʼ
ἑκάστην
ἡμέραν
ἀπολέσθαι
·
τοὺς
δὲ
οἰκειοτάτους
πολίτας
τε
καὶ
συγγενεῖς
καὶ
τὴν
πόλιν
ἅπασαν
ὁρῶν
ἐξαμαρτάνουσαν
,
οὐκ
εἶχεν
ὅπως
ὠφελοίη
φυγῇ
ἀπειργόμενος
·
οὐκ
ἔφασαν
δὲ
τῶν
οἵωνπερ
αὐτὸς
ὄντων
εἶναι
καινῶν
δεῖσθαι
πραγμάτων
οὐ
-δὲ
μεταστάσεως
·
ὑπάρχειν
γὰρ
ἐκ
τοῦ
δήμου
αὐτῷ
μὲν
τῶν
τε
ἡλικιωτῶν
πλέον
ἔχειν
τῶν
τε
πρεσβυτέρων
μὴ
ἐλαττοῦσθαι
,
τοῖς
δʼ
αὐτοῦ
ἐχθροῖς
†
τοιούτοις
δοκεῖν
εἶναι
οἵοισπερ
πρότερον
†
,
ὕστερον
δὲ
δυνασθεῖσιν
ἀπολλύναι
τοὺς
βελτίστους
,
αὐτοὺς
δὲ
μόνους
λειφθέντας
διʼ
αὐτὸ
τοῦτο
ἀγαπᾶσθαι
ὑπὸ
τῶν
πολιτῶν
ὅτι
ἑτέροις
βελτίοσιν
οὐκ
εἶχον
χρῆσθαι
·
[0]
ὑπάρχειν
ὑπάρχειν
[1]
οἱ
δέ
,
ὅτι
τῶν
παροιχομένων
αὐτοῖς
κακῶν
μόνος
αἴτιος
εἴη
,
τῶν
τε
φοβερῶν
ὄντων
τῇ
πόλει
γενέσθαι
μόνος
κινδυνεύσαι
ἡγεμὼν
καταστῆναι
.
[0]
Ἀλκιβιάδης
δὲ
πρὸς
τὴν
γῆν
ὁρμισθεὶς
ἀπέβαινε
μὲν
οὐκ
εὐθύς
,
φοβούμενος
τοὺς
ἐχθρούς
·
ἐπαναστὰς
δὲ
ἐπὶ
τοῦ
καταστρώματος
ἐσκόπει
τοὺς
αὑτοῦ
ἐπιτηδείους
,
εἰ
παρείησαν
.
κατιδὼν
δὲ
Εὐρυπτόλεμον
τὸν
Πεισιάνακτος
,
αὑτοῦ
δὲ
ἀνεψιόν
,
καὶ
τοὺς
ἄλλους
οἰκείους
καὶ
τοὺς
φίλους
μετʼ
αὐτῶν
,
τότε
ἀποβὰς
ἀναβαίνει
εἰς
τὴν
πόλιν
μετὰ
τῶν
παρεσκευασμένων
,
εἴ
τις
ἅπτοιτο
,
μὴ
ἐπιτρέπειν
.
ἐν
δὲ
τῇ
βουλῇ
καὶ
τῇ
ἐκκλησίᾳ
ἀπολογησάμενος
ὡς
οὐκ
ἠσεβήκει
,
εἰπὼν
δὲ
ὡς
ἠδίκηται
,
λεχθέντων
δὲ
καὶ
ἄλλων
τοιούτων
καὶ
οὐδενὸς
ἀντειπόντος
διὰ
τὸ
μὴ
ἀνασχέσθαι
ἂν
τὴν
ἐκκλησίαν
,
ἀναρρηθεὶς
ἁπάντων
ἡγεμὼν
αὐτοκράτωρ
,
ὡς
οἷός
τε
ὢν
σῶσαι
τὴν
προτέραν
τῆς
πόλεως
δύναμιν
,
πρότερον
μὲν
τὰ
μυστήρια
τῶν
Ἀθηναίων
κατὰ
θάλατταν
ἀγόντων
διὰ
τὸν
πόλεμον
,
κατὰ
γῆν
ἐποίησεν
ἐξαγαγὼν
τοὺς
στρατιώτας
ἅπαντας
·
μετὰ
δὲ
ταῦτα
κατελέξατο
στρατιάν
,
ὁπλίτας
μὲν
πεντακοσίους
καὶ
χιλίους
,
ἱππέας
δὲ
πεντήκοντα
καὶ
ἑκατόν
,
ναῦς
δʼ
ἑκατόν
.
καὶ
μετὰ
τὸν
κατάπλουν
τρίτῳ
μηνὶ
ἀνήχθη
ἐπʼ
Ἄνδρον
ἀφεστηκυῖαν
τῶν
Ἀθηναίων
,
καὶ
μετʼ
αὐτοῦ
Ἀριστοκράτης
καὶ
Ἀδείμαντος
ὁ
Λευκολοφίδου
συνεπέμφθησαν
ᾑρημένοι
κατὰ
γῆν
στρατηγοί
.
Ἀλκιβιάδης
δὲ
τὸ
στράτευμα
ἀπεβίβασε
τῆς
Ἀνδρίας
χώρας
εἰς
Γαύριον
·
ἐκβοηθήσαντας
δὲ
τοὺς
Ἀνδρίους
ἐτρέψαντο
καὶ
κατέκλεισαν
εἰς
τὴν
πόλιν
καί
τινας
ἀπέκτειναν
οὐ
πολλούς
,
καὶ
τοὺς
Λάκωνας
οἳ
αὐτόθι
ἦσαν
.
Ἀλκιβιάδης
δὲ
τροπαῖόν
τε
ἔστησε
καὶ
μείνας
αὐτοῦ
ὀλίγας
ἡμέρας
ἔπλευσεν
εἰς
Σάμον
,
κ-
ἀκεῖθεν
ὁρμώμενος
ἐπολέμει
.