μεγίστου
δ᾽
ἐπὶ
τῷ
φόνῳ
γενομένου
κινήματος
καὶ
διαστασιασθέντων
τῶν
δυνατῶν
ἕκαστος
ἐλπίσιν
οἰκείαις
ἐχώρει
πρὸς
ὃ
συμφέρειν
ὑπελάμβανεν
,
καὶ
δὴ
καὶ
Κάσσιος
εἰς
Συρίαν
καταληψόμενος
τὰς
περὶ
Ἀπάμειαν
δυνάμεις
.
ἐχώρει
ἔνθα
Βάσσῳ
τε
Μοῦρκον
καὶ
τὰ
διεστῶτα
τάγματα
διαλλάξας
ἐλευθεροῖ
μὲν
Ἀπάμειαν
τῆς
πολιορκίας
,
ἡγούμενος
δ᾽
αὐτὸς
τῆς
στρατιᾶς
ἐπῄει
φορολογῶν
τὰς
πόλεις
καὶ
παρὰ
δύναμιν
τὰς
εἰσπράξεις
ποιούμενος
.
Κελευσθὲν
δὲ
καὶ
Ἰουδαίοις
εἰσενεγκεῖν
ἑπτακόσια
τάλαντα
δείσας
Ἀντίπατρος
τὴν
ἀπειλὴν
τοῦ
Κασσίου
τοῖς
τε
υἱοῖς
διεῖλεν
εἰσπράττειν
τὰ
χρήματα
καί
τισιν
ἄλλοις
τῶν
ἐπιτηδείων
κατὰ
τάχος
,
ἐν
οἷς
καὶ
Μαλίχῳ
τινὶ
τῶν
διαφόρων
:
διεῖλεν
οὕτως
ἤπειγεν
ἡ
ἀνάγκη
.
πρῶτος
δ᾽
ἀπεμειλίξατο
Κάσσιον
Ἡρώδης
τὴν
ἑαυτοῦ
μοῖραν
ἐκ
τῆς
Γαλιλαίας
κομίσας
ἑκατὸν
τάλαντα
καὶ
διὰ
τοῦτο
ἐν
τοῖς
μάλιστα
φίλος
ἦν
.
τοὺς
δὲ
λοιποὺς
εἰς
βραδυτῆτα
κακίσας
αὐταῖς
ἐθυμοῦτο
ταῖς
πόλεσιν
.
Γόφνα
γοῦν
καὶ
Ἀμμαοῦν
καὶ
δύο
ἑτέρας
τῶν
ταπεινοτέρων
ἐξανδραποδισάμενος
ἐχώρει
μὲν
ὡς
καὶ
Μάλιχον
ἀναιρήσων
,
ὅτι
μὴ
σπεύσας
εἰσέπραξεν
,
ἐπέσχεν
δὲ
τὴν
τούτου
καὶ
τὴν
τῶν
ἄλλων
πόλεων
ἀπώλειαν
Ἀντίπατρος
ταχέως
ἑκατὸν
ταλάντοις
θεραπεύσας
Κάσσιον
.
Οὐ
μὴν
Μάλιχος
ἀναχωρήσαντος
Κασσίου
τῆς
χάριτος
ἀπεμνημόνευσεν
Ἀντιπάτρῳ
,
κατὰ
δὲ
τοῦ
πολλάκις
σωτῆρος
ἐπιβουλὴν
ἐνεσκευάζετο
σπεύδων
ἀνελεῖν
τὸν
ἐμπόδιον
αὐτοῦ
τοῖς
ἀδικήμασιν
ὄντα
:
Ἀντίπατρος
δὲ
τήν
τε
ἰσχὺν
καὶ
τὸ
πανοῦργον
τἀνδρὸς
ὑποδείσας
διαβαίνει
τὸν
Ἰορδάνην
στρατὸν
ἀθροίσων
εἰς
τὴν
τῆς
ἐπιβουλῆς
ἄμυναν
.
φωραθεὶς
δὲ
Μάλιχος
ἀναιδείᾳ
τῶν
Ἀντιπάτρου
παίδων
περιγίνεται
:
τόν
τε
γὰρ
Ἱεροσολύμων
φρουρὸν
Φασάηλον
καὶ
Ἡρώδην
πεπιστευμένον
τὰ
ὅπλα
πολλαῖς
ἀπολογίαις
καὶ
ὅρκοις
ἐκγοητεύσας
διαλλακτὰς
αὐτῷ
πρὸς
τὸν
πατέρα
πείθει
γίνεσθαι
.
πάλιν
γοῦν
ὑπ᾽
Ἀντιπάτρου
σώζεται
πείσαντος
Μοῦρκον
τὸν
τότε
στρατηγοῦντα
Συρίας
,
ὃς
ὥρμητο
κτεῖναι
Μάλιχον
ἐφ᾽
οἷς
ἐνεωτέρισεν
.
Συστάντος
δὲ
τοῦ
πρὸς
Κάσσιον
καὶ
Βροῦτον
πολέμου
Καίσαρί
τε
τῷ
νέῳ
καὶ
Ἀντωνίῳ
Κάσσιος
καὶ
Μοῦρκος
στρατιὰν
ἀθροίσαντες
ἐκ
τῆς
Συρίας
,
ἐπειδὴ
μέγα
μέρος
εἰς
τὰς
χρείας
Ἡρώδης
ἔδοξε
,
τότε
μὲν
αὐτὸν
Συρίας
ἁπάσης
ἐπιμελητὴν
καθιστᾶσιν
δύναμιν
πεζήν
τε
καὶ
ἱππικὴν
δόντες
,
μετὰ
δὲ
τὴν
τοῦ
πολέμου
κατάλυσιν
ἀποδείξειν
Κάσσιος
ὑπέσχετο
καὶ
Ἰουδαίας
βασιλέα
.
εἶναι
συνέβη
δ᾽
Ἀντιπάτρῳ
τήν
τε
ἰσχὺν
τοῦ
παιδὸς
καὶ
τὴν
ἐλπίδα
αἰτίαν
ἀπωλείας
γενέσθαι
:
ταῦτα
γὰρ
δείσας
ὁ
Μάλιχος
διαφθείρει
τινὰ
τῶν
βασιλικῶν
οἰνοχόων
χρήμασιν
δοῦναι
φάρμακον
Ἀντιπάτρῳ
.
καὶ
ὁ
μὲν
ἀγώνισμα
τῆς
Μαλίχου
παρανομίας
γενόμενος
μετὰ
τὸ
συμπόσιον
θνήσκει
τά
τε
ἄλλα
δραστήριος
ἀνὴρ
ἐν
ἀφηγήσει
πραγμάτων
καὶ
τὴν
ἀρχὴν
ἀνακτησάμενός
τε
Ὑρκανῷ
καὶ
διαφυλάξας
:
Μάλιχος
δὲ
καθ᾽
ὑπόνοιαν
τῆς
φαρμακείας
ὀργιζόμενον
τὸ
πλῆθος
ἀρνούμενος
ἔπειθεν
καὶ
δυνατώτερον
ἑαυτὸν
κατεσκεύαζεν
ὁπλίτας
συγκροτῶν
:
οὐ
γὰρ
ἠρεμήσειν
Ἡρώδην
ὑπελάμβανεν
,
ὃς
δὴ
καὶ
παρῆν
αὐτίκα
στρατὸν
ἄγων
ἐπὶ
τιμωρίᾳ
τοῦ
πατρός
.
Φασαήλου
δὲ
τ-
ἀδελφοῦ
συμβουλεύσαντος
αὐτῷ
μὴ
φανερῶς
τὸν
ἄνδρα
μετιέναι
,
διαστασιάσειν
γὰρ
τὸ
πλῆθος
,
τότε
μὲν
ἀπολογούμενόν
τε
προσίεται
τὸν
Μάλιχον
καὶ
τῆς
ὑπονοίας
ἀπολύειν
ὡμολόγει
,
λαμπρὰν
δὲ
πομπὴν
ἐπὶ
τῷ
πατρὶ
κηδείας
ἐτέλεσεν
.
[0]
Τραπεὶς
δ᾽
ἐπὶ
Σαμάρειαν
στάσει
τεταραγμένην
κατεστήσατο
τὴν
πόλιν
:
ἔπειτα
καθ᾽
ἑορτὴν
ὑπέστρεφεν
εἰς
Ἱεροσόλυμα
τοὺς
ὁπλίτας
ἄγων
.
καὶ
πέμπων
Ὑρκανός
,
ἐνῆγεν
γὰρ
δεδοικὼς
τὴν
ἔφοδον
Μάλιχος
,
ἐκώλυεν
τοὺς
ἀλλοφύλους
εἰσαγαγεῖν
ἐφ᾽
ἁγνεύοντας
τοὺς
ἐπιχωρίους
.
ὁ
δὲ
τῆς
προφάσεως
καταφρονήσας
καὶ
τοῦ
προστάσσοντος
εἰσέρχεται
διὰ
νυκτός
.
καὶ
πάλιν
Μάλιχος
προσιὼν
ἔκλαιεν
Ἀντίπατρον
:
ἀνθυπεκρίνετο
δὲ
μόλις
Ἡρώδης
τὸν
θυμὸν
ἐπέχων
καὶ
Κασσίῳ
δι᾽
ἐπιστολῶν
τὴν
τοῦ
πατρὸς
ἀναίρεσιν
ἀπωδύρετο
μισοῦντι
καὶ
ἄλλως
Μάλιχον
.
ὁ
δ᾽
αὐτῷ
μετιέναι
τὸν
φονέα
τοῦ
πατρὸς
ἀντεπιστείλας
καὶ
τοῖς
ὑφ᾽
ἑαυτὸν
χιλιάρχοις
λάθρα
προσέταξεν
Ἡρώδῃ
βοηθεῖν
εἰς
πρᾶξιν
δικαίαν
.
Καὶ
ἐπειδὴ
Λαοδίκειαν
ἑλόντος
αὐτοῦ
συνῇσαν
οἱ
πανταχόθεν
δυνατοὶ
δωρεάς
τε
καὶ
στεφάνους
φέροντες
,
Ἡρώδης
μὲν
τοῦτον
τῇ
τιμωρίᾳ
τὸν
καιρὸν
ἀφώρισεν
,
Μάλιχος
δὲ
ὑποπτεύσας
,
ὡς
ἐν
Τύρῳ
γίνεται
,
τόν
τε
υἱὸν
ὁμηρεύοντα
παρὰ
τοῖς
Τυρίοις
ὑπεξαγαγεῖν
ἔγνω
λάθρα
καὶ
αὐτὸς
εἰς
τὴν
Ἰουδαίαν
ἀποδρᾶναι
παρεσκευάζετο
:
παρώξυνεν
δ᾽
αὐτὸν
ἡ
τῆς
σωτηρίας
ἀπόγνωσις
ἐνθυμεῖσθαι
καὶ
μείζονα
:
τό
τε
γὰρ
ἔθνος
ἐπαναστήσειν
Ῥωμαίοις
ἤλπισεν
Κασσίου
τῷ
πρὸς
Ἀντώνιον
πολέμῳ
περισπωμένου
καὶ
βασιλεύσειν
αὐτὸς
Ὑρκανὸν
καταλύσας
εὐμαρῶς
.
Ἐπεγέλα
δ᾽
ἄρα
τὸ
χρεὼν
αὐτοῦ
ταῖς
ἐλπίσιν
.
ὁ
γοῦν
Ἡρώδης
προϊδόμενος
αὐτοῦ
τὴν
ὁρμὴν
τόν
τε
Ὑρκανὸν
κ-
ἀκεῖνον
ἐπὶ
δεῖπνον
ἐκάλει
,
παρεστῶτας
ἔπειτα
τῶν
οἰκετῶν
τινας
πρὸς
αὑτὸν
εἰσέπεμψεν
ὡς
ἐπὶ
τὴν
τοῦ
δείπνου
παρασκευήν
,
τῷ
δὲ
ὄντι
προειπεῖν
τοῖς
χιλιάρχοις
ἐξελθεῖν
ἐπὶ
τὴν
ἐνέδραν
.
κ-
ἀκεῖνοι
τῶν
Κασσίου
προσταγμάτων
ἀναμνησθέντες
ἐπὶ
τὸν
πρὸ
τῆς
πόλεως
αἰγιαλὸν
ἐξῄεσαν
ξιφήρεις
,
ἔνθα
περιστάντες
τὸν
Μάλιχον
πολλοῖς
τραύμασιν
ἀναιροῦσιν
.
Ὑρκανὸς
δὲ
παραχρῆμα
μὲν
λυθεὶς
ὑπ᾽
ἐκπλήξεως
ἔπεσεν
,
μόλις
δὲ
ἀνενεγκὼν
Ἡρώδην
διηρώτα
,
τίς
ὁ
κτείνας
εἴη
Μάλιχον
.
ἀποκριναμένου
δέ
τινος
τῶν
χιλιάρχων
τὸ
Κασσίου
πρόσταγμα
,
Κάσσιος
ἄρα
,
ἔφη
,
κ-
ἀμὲ
καὶ
τὴν
πατρίδα
μου
σώζει
τὸν
ἀμφοτέρων
ἐπίβουλον
ἀνελών
.
εἴ
-τε
δὲ
φρονῶν
Ὑρκανὸς
οὕτως
εἴ
-θ᾽
ὑπὸ
δέους
ὁμόσε
τῇ
πράξει
χωρῶν
εἶπεν
,
ἄδηλον
ἦν
.
εἶπεν
ἀλλὰ
γὰρ
Μάλιχον
μὲν
οὕτως
Ἡρώδης
μετῆλθεν
.
Κασσίου
δὲ
ἀναχωρήσαντος
ἐκ
Συρίας
πάλιν
στάσις
ἐν
Ἱεροσολύμοις
γίνεται
Ἕλικος
μετὰ
στρατιᾶς
ἐπαναστάντος
Φασαήλῳ
καὶ
κατὰ
τὴν
ὑπὲρ
Μαλίχου
τιμωρίαν
ἀμύνεσθαι
θέλοντος
Ἡρώδην
εἰς
τὸν
ἀδελφόν
.
Ἡρώδης
δὲ
ἔτυχεν
μὲν
ὢν
παρὰ
Φαβίῳ
τῷ
στρατηγῷ
κατὰ
Δαμασκόν
,
ὡρμημένος
δὲ
βοηθεῖν
ὑπὸ
νόσου
κατείχετο
.
κ-
ἀν
τούτῳ
Φασάηλος
καθ᾽
ἑαυτὸν
Ἕλικος
περιγενόμενος
Ὑρκανὸν
ὠνείδιζεν
εἰς
ἀχαριστίαν
ὧν
τε
Ἕλικι
συμπράξειεν
,
καὶ
ὅτι
περιορῴη
τὸν
ἀδελφὸν
τὸν
Μαλίχου
τὰ
φρούρια
καταλαμβάνοντα
:
πολλὰ
γὰρ
δὴ
κατείληπτο
,
καὶ
τὸ
πάντων
ὀχυρώτατον
Μασάδαν
.
Οὐ
μὴν
αὐτῷ
τι
πρὸς
τὴν
Ἡρώδου
βίαν
ἤρκεσεν
,
ὃς
ἀναρρωσθεὶς
τά
τε
ἄλλα
παραλαμβάνει
κ-
ἀκεῖνον
ἐκ
τῆς
Μασάδας
ἱκέτην
ἀφῆκεν
.
ἐξήλασεν
δὲ
καὶ
ἐκ
τῆς
Γαλιλαίας
Μαρίωνα
τὸν
Τυρίων
τύραννον
ἤδη
τρία
κατεσχηκότα
τῶν
ἐρυμάτων
,
τοὺς
δὲ
ληφθέντας
Τυρίους
ἔσωσεν
μὲν
πάντας
,
ἦσαν
δ᾽
οὓς
καὶ
δωρησάμενος
ἀπέπεμψεν
εὔνοιαν
ἑαυτῷ
παρὰ
τῆς
πόλεως
καὶ
τῷ
τυράννῳ
μῖσος
παρασκευαζόμενος
.
ὁ
δὲ
Μαρίων
ἠξίωτο
μὲν
τῆς
τυραννίδος
ὑπὸ
Κασσίου
τυραννίσιν
πᾶσαν
διαλαβόντος
τὴν
Συρίαν
,
κατὰ
δὲ
τὸ
πρὸς
Ἡρώδην
ἔχθος
συγκατήγαγεν
Ἀντίγονον
τὸν
Ἀριστοβούλου
,
καὶ
τὸ
πλέον
διὰ
Φάβιον
,
ὃν
Ἀντίγονος
χρήμασιν
προσποιησάμενος
βοηθὸν
εἶχεν
τῆς
καθόδου
:
χορηγὸς
δ᾽
ἦν
ἁπάντων
ὁ
κηδεστὴς
Πτολεμαῖος
Ἀντιγόνῳ
.
Πρὸς
οὓς
Ἡρώδης
ἀντιπαραταξάμενος
ἐπὶ
τῶν
ἐμβολῶν
τῆς
Ἰουδαίας
κρατεῖ
τῇ
μάχῃ
καὶ
τὸν
Ἀντίγονον
ἐξελάσας
ὑπέστρεψεν
εἰς
Ἱεροσόλυμα
πᾶσιν
ἀγαπητὸς
ὢν
ἐπὶ
τῷ
κατορθώματι
:
καὶ
γὰρ
οἱ
μὴ
προσέχοντες
πάλαι
τότε
ᾠκείωντο
διὰ
τὴν
πρὸς
Ὑρκανὸν
ἐπιγαμίαν
αὐτῷ
.
πρότερον
μὲν
γὰρ
ἦκτο
γυναῖκα
τῶν
ἐπιχωρίων
οὐκ
ἄσημον
,
Δωρὶς
ἐκαλεῖτο
,
ἐξ
ἧς
ἐγέννησεν
Ἀντίπατρον
,
τότε
δὲ
γήμας
τὴν
Ἀλεξάνδρου
τοῦ
Ἀριστοβούλου
θυγατέρα
,
θυγατριδῆν
δὲ
Ὑρκανοῦ
Μαριάμην
οἰκεῖος
τῷ
βασιλεῖ
γίνεται
.
Ἐπεὶ
δὲ
Κάσσιον
περὶ
Φιλίππους
ἀνελόντες
ἀνεχώρησαν
εἰς
μὲν
Ἰταλίαν
Καῖσαρ
ἐπὶ
δὲ
τῆς
Ἀσίας
Ἀντώνιος
,
πρεσβευομένων
τῶν
ἄλλων
πόλεων
πρὸς
Ἀντώνιον
εἰς
Βιθυνίαν
ἧκον
καὶ
Ἰουδαίων
οἱ
δυνατοὶ
κατηγοροῦντες
Φασαήλου
καὶ
Ἡρώδου
,
βίᾳ
μὲν
αὐτοὺς
κρατεῖν
τῶν
πραγμάτων
,
ὄνομα
δὲ
μόνον
περιεῖναι
Ὑρκανῷ
τίμιον
.
ἀνεχώρησαν
πρὸς
ἃ
παρὼν
Ἡρώδης
καὶ
τεθεραπευκὼς
οὐκ
ὀλίγοις
Ἀντώνιον
χρήμασιν
οὕτως
διέθηκεν
,
ὡς
μηδὲ
λόγου
τῶν
ἐχθρῶν
ἀνασχέσθαι
.
καὶ
τότε
μὲν
οὕτως
διελύθησαν
,
αὖθις
δὲ
οἱ
ἐν
τέλει
Ἰουδαίων
ἑκατὸν
ἄνδρες
ἧκον
εἰς
τὴν
πρὸς
Ἀντιόχειαν
Δάφνην
ἐπ᾽
Ἀντώνιον
ἤδη
τῷ
Κλεοπάτρας
ἔρωτι
δεδουλωμένον
:
οἳ
προστησάμενοι
τοὺς
ἀξιώματι
καὶ
λόγῳ
σφῶν
δυνατωτάτους
κατηγόρουν
τῶν
ἀδελφῶν
.
ὑπήντα
δὲ
Μεσσάλας
ἀπολογούμενος
συμπαρεστῶτος
Ὑρκανοῦ
διὰ
τὸ
κῆδος
.
καὶ
Ἀντώνιος
ἀκούσας
ἑκατέρων
Ὑρκανοῦ
διεπυνθάνετο
τοὺς
ἐπιτηδειοτέρους
ὄντας
ἄρχειν
:
τοῦ
δὲ
τοὺς
περὶ
τὸν
Ἡρώδην
προκρίνοντος
,
ἡσθείς
,
ἦν
γὰρ
δὴ
καὶ
ξένος
αὐτοῖς
πατρῷος
δεχθεὶς
ὑπ᾽
Ἀντιπάτρου
φιλοφρόνως
ὅτε
εἰς
τὴν
Ἰουδαίαν
σὺν
Γαβινίῳ
παρέβαλλεν
,
τετράρχας
ἀποδείκνυσιν
τοὺς
ἀδελφοὺς
πᾶσαν
διοικεῖν
τὴν
Ἰουδαίαν
ἐπιτρέπων
.
Προσαγανακτούντων
δὲ
τῶν
πρέσβεων
πεντεκαίδεκα
μὲν
συλλαβὼν
εἵργνυσιν
,
οὓς
καὶ
ἀνελεῖν
ὥρμησεν
,
τοὺς
δὲ
λοιποὺς
μεθ᾽
ὕβρεως
ἀπήλασεν
.
πρὸς
ὃ
μείζων
ἐν
τοῖς
Ἱεροσολύμοις
γίνεται
ταραχή
:
χιλίους
γοῦν
πάλιν
ἔπεμψαν
πρέσβεις
εἰς
Τύρον
,
ἔνθα
διέτριβεν
Ἀντώνιος
ἐπὶ
Ἱεροσολύμων
ὡρμημένος
.
ἐπὶ
τούτους
κεκραγότας
ἐκπέμπει
τὸν
ἄρχοντα
τῶν
Τυρίων
κολάζειν
προστάξας
οὓς
ἂν
λάβῃ
,
συγκατασκευάζειν
δὲ
τὴν
ἀρχὴν
τοῖς
ὑπ᾽
αὐτοῦ
κατασταθεῖσιν
τετράρχαις
.
Πρὸ
δὲ
τούτου
πολλὰ
παρῄνει
προελθὼν
ἐπὶ
τὸν
αἰγιαλὸν
Ἡρώδης
σὺν
Ὑρκανῷ
μή
-θ᾽
ἑαυτοῖς
ἀπωλείας
αἰτίους
μή
-τε
τῇ
πατρίδι
πολέμου
γίνεσθαι
φιλονεικοῦντας
ἀκρίτως
.
αἰτίους
τῶν
δὲ
ἔτι
μᾶλλον
ἀγανακτούντων
Ἀντώνιος
ἐκπέμψας
ὁπλίτας
πολλοὺς
μὲν
ἀπέκτεινεν
,
πολλοὺς
δὲ
ἔτρωσεν
:
ὧν
οἵ
τε
πεσόντες
ταφῆς
καὶ
οἱ
τραυματίαι
θεραπείας
ἠξιώθησαν
ὑπὸ
Ὑρκανοῦ
.
ἠξιώθησαν
οὐ
μὴν
οἱ
διαφυγόντες
ἠρέμουν
,
ἀλλὰ
τὰ
κατὰ
τὴν
πόλιν
συνταράσσοντες
παρώξυναν
Ἀντώνιον
ὥστε
καὶ
τοὺς
δεσμώτας
ἀποκτεῖναι
.
Μετὰ
δὲ
ἔτη
δύο
Βαζαφράνου
τοῦ
Πάρθων
σατράπου
σὺν
Πακόρῳ
τῷ
βασιλέως
υἱῷ
Συρίαν
κατασχόντος
Λυσανίας
ἀναδεδεγμένος
ἤδη
τὴν
ἀρχὴν
τοῦ
πατρὸς
τελευτήσαντος
,
Πτολεμαῖος
δ᾽
ἦν
οὗτος
ὁ
Μενναίου
,
πείθει
τὸν
σατράπην
ὑποσχέσει
χιλίων
ταλάντων
καὶ
πεντακοσίων
γυναικῶν
καταγαγεῖν
ἐπὶ
τὰ
βασίλεια
τὸν
Ἀντίγονον
,
καταλῦσαι
δὲ
τὸν
Ὑρκανόν
.
τούτοις
ὑπαχθεὶς
Πάκορος
αὐτὸς
μὲν
ᾔει
κατὰ
τὴν
παράλιον
,
Βαζαφράνην
δὲ
διὰ
τῆς
μεσογείου
προσέταξεν
ἐμβαλεῖν
.
τῶν
δ᾽
ἐπιθαλαττίων
Τύριοι
Πάκορον
οὐκ
ἐδέξαντο
καίτοι
Πτολεμαιῶν
καὶ
Σιδωνίων
δεδεγμένων
.
ὁ
δ᾽
οἰνοχόῳ
τινὶ
τῶν
βασιλικῶν
ὁμωνύμῳ
μοῖραν
τῆς
ἵππου
παραδοὺς
προεμβαλεῖν
ἐκέλευσεν
εἰς
τὴν
Ἰουδαίαν
κατασκεψόμενόν
τε
τὰ
τῶν
πολεμίων
καὶ
πρὸς
ἃ
δέοι
βοηθήσοντα
Ἀντιγόνῳ
.
Τῶν
δὲ
λῃζομένων
τὸν
Κάρμηλον
πολλοὶ
Ἰουδαῖοι
συνδραμόντες
πρὸς
Ἀντίγονον
προθύμους
ἑαυτοὺς
ἐπὶ
τὴν
εἰσβολὴν
παρεῖχον
.
ὁ
δὲ
αὐτοὺς
ἐπὶ
τὸν
καλούμενον
Δρυμὸν
προέπεμψεν
τὸ
χωρίον
καταλαβεῖν
:
ἐν
ᾧ
γενομένης
συμβολῆς
ὠσάμενοι
τοὺς
πολεμίους
καὶ
διώξαντες
ἐπὶ
Ἱεροσολύμων
ἔθεον
γενόμενοί
τε
πλείους
μέχρι
τῶν
βασιλείων
προῆλθον
.
Ὑρκανοῦ
δὲ
καὶ
Φασαήλου
δεξαμένων
αὐτοὺς
καρτερῷ
στίφει
μάχη
κατὰ
τὴν
ἀγορὰν
συρρήγνυται
,
καθ᾽
ἣν
τρεψάμενοι
τοὺς
πολεμίους
οἱ
περὶ
Ἡρώδην
κατακλείουσιν
εἰς
τὸ
ἱερὸν
καὶ
φρουροὺς
αὐτῶν
ἄνδρας
ἑξήκοντα
ταῖς
πλησίον
οἰκίαις
ἐγκατέστησαν
.
τούτους
μὲν
ὁ
στασιάζων
πρὸς
τοὺς
ἀδελφοὺς
λαὸς
ἐπελθὼν
ἐμπίπρησιν
,
Ἡρώδης
δὲ
τοῦ
δήμου
πολλοὺς
κατ᾽
ὀργὴν
τῶν
ἀπολωλότων
ἀναιρεῖ
συμβαλών
,
καὶ
καθ᾽
ἡμέραν
ἐπεκθεόντων
ἀλλήλοις
κατὰ
λόχους
φόνος
ἦν
ἀδιάλειπτος
.
Ἐνστάσης
δ᾽
ἑορτῆς
,
ἣ
πεντηκοστὴ
καλεῖται
,
τά
τε
περὶ
τὸ
ἱερὸν
πάντα
καὶ
ἡ
πόλις
ὅλη
πλήθους
τῶν
ἀπὸ
τῆς
χώρας
ἀναπίμπλαται
τὸ
πλέον
ὁπλιτῶν
.
καὶ
Φασάηλος
μὲν
τὸ
τεῖχος
,
Ἡρώδης
δ᾽
οὐ
μετὰ
πολλῶν
ἐφρούρει
τὰ
βασίλεια
:
ἐφρούρει
καὶ
τοῖς
πολεμίοις
ἐπεκδραμὼν
ἀσυντάκτοις
κατὰ
τὸ
προάστειον
πλείστους
μὲν
ἀναιρεῖ
,
τρέπεται
δὲ
πάντας
καὶ
τοὺς
μὲν
εἰς
τὴν
πόλιν
,
τοὺς
δὲ
εἰς
τὸ
ἱερόν
,
τοὺς
δὲ
εἰς
τὸ
ἔξω
χαράκωμα
ἐγκλείει
.
ἐγκλείει
ἐγκλείει
κ-
ἀν
τούτῳ
διαλλακτὴν
μὲν
Ἀντίγονος
παρακαλεῖ
Πάκορον
εἰσαφεῖναι
,
Φασάηλος
δὲ
πεισθεὶς
τῇ
τε
πόλει
καὶ
ξενίᾳ
τὸν
Πάρθον
εἰσδέχεται
μετὰ
πεντακοσίων
ἱππέων
,
προφάσει
μὲν
ἥκοντα
τοῦ
παῦσαι
τὴν
στάσιν
,
τὸ
δὲ
ἀληθὲς
Ἀντιγόνῳ
βοηθόν
.
ἥκοντα
τὸν
γοῦν
Φασάηλον
ἐνεδρεύων
ἀνέπεισεν
πρὸς
Βαζαφράνην
πρεσβεύσασθαι
περὶ
καταλύσεως
,
καίτοι
γε
πολλὰ
ἀποτρέποντος
Ἡρώδου
καὶ
παραινοῦντος
ἀναιρεῖν
τὸν
ἐπίβουλον
,
ἀλλὰ
μὴ
ταῖς
ἐπιβουλαῖς
ἑαυτὸν
ἐκδιδόναι
,
φύσει
γὰρ
ἀπίστους
εἶναι
τοὺς
βαρβάρους
,
ἔξεισιν
Ὑρκανὸν
παραλαβών
,
καὶ
Πάκορος
,
ὡς
ἧττον
ὑποπτεύοιτο
,
καταλιπὼν
παρ᾽
Ἡρώδῃ
τινὰς
τῶν
καλουμένων
Ἐλευθέρων
ἱππέων
τοῖς
λοιποῖς
προέπεμψεν
Φασάηλον
.
Ὡς
δ᾽
ἐγένοντο
κατὰ
τὴν
Γαλιλαίαν
,
τοὺς
μὲν
ἐπιχωρίους
ἀφεστῶτας
κ-
ἀν
τοῖς
ὅπλοις
ὄντας
καταλαμβάνουσιν
,
τῷ
σατράπῃ
δὲ
ἐνετύγχανον
πανούργῳ
σφόδρα
καὶ
ταῖς
φιλοφρονήσεσιν
τὴν
ἐπιβουλὴν
καλύπτοντι
:
δῶρα
γοῦν
δοὺς
αὐτοῖς
ἔπειτα
ἀναχωροῦντας
ἐλόχα
.
τοῖς
δ᾽
αἴσθησις
γίνεται
τῆς
ἐπιβουλῆς
καταχθεῖσιν
εἴς
τι
τῶν
παραθαλασσίων
χωρίων
,
ὃ
καλεῖται
Ἐκδίππων
:
ἐκεῖ
γὰρ
τήν
τε
ὑπόσχεσιν
τῶν
χιλίων
ἤκουσαν
ταλάντων
καὶ
ὡς
Ἀντίγονος
τὰς
πλείστας
τῶν
παρ᾽
αὐτοῖς
γυναικῶν
ἐν
ταῖς
πεντακοσίαις
καθοσιώσειεν
Πάρθοις
,
ὅτι
τε
προλοχίζοιντο
μὲν
αὐτοῖς
αἱ
νύκτες
ὑπὸ
τῶν
βαρβάρων
ἀεί
,
πάλαι
δ᾽
ἂν
καὶ
συνελήφθησαν
,
εἰ
μὴ
περιέμενον
ἐν
Ἱεροσολύμοις
Ἡρώδην
πρότερον
λαβεῖν
,
ὡς
μὴ
προπυθόμενος
τὰ
κατ᾽
αὐτοὺς
φυλάξαιτο
.
ταῦτ᾽
οὐκέτι
λόγος
ἦν
μόνον
,
ἀλλὰ
καὶ
φυλακὰς
ἤδη
πόρρωθεν
ἑαυτῶν
ἔβλεπον
.
Οὐ
μὴν
Φασάηλος
καίτοι
πολλὰ
παραινοῦντος
Ὀφελλίου
φεύγειν
,
πέπυστο
γὰρ
οὗτος
παρὰ
Σαραμάλλα
τοῦ
πλουσιωτάτου
τότε
Σύρων
τὴν
σύνταξιν
τῆς
ἐπιβουλῆς
ὅλην
,
καταλιπεῖν
Ὑρκανὸν
ὑπέμεινεν
,
ἀλλὰ
τῷ
σατράπῃ
προσελθὼν
ἄντικρυς
ὠνείδιζεν
τὴν
ἐπιβουλὴν
καὶ
μάλισθ᾽
ὅτι
γένοιτο
τοιοῦτος
χρημάτων
ἕνεκεν
:
ὠνείδιζεν
πλείω
γε
μὴν
αὐτὸς
ὑπὲρ
σωτηρίας
δώσειν
ὧν
Ἀντίγονος
ὑπὲρ
βασιλείας
ὑπέσχετο
.
πρὸς
ταῦτα
πανούργως
ὁ
Πάρθος
ἀπολογίαις
τε
καὶ
ὅρκοις
ἀποσκευασάμενος
τὴν
ὑποψίαν
ᾤχετο
πρὸς
Πάκορον
.
εὐθέως
δὲ
τῶν
καταλειφθέντων
Πάρθων
οἷς
προσετέτακτο
Φασάηλόν
τε
καὶ
Ὑρκανὸν
συνελάμβανον
τά
τε
ἄλλα
πρὸς
τὴν
ἐπιορκίαν
καὶ
τὸ
ἄπιστον
αὐτοῖς
καταρωμένους
.
Ἐν
δὲ
τούτῳ
καὶ
τὸν
Ἡρώδην
ὁ
πεμφθεὶς
οἰνοχόος
ἐπεβούλευε
συλλαβεῖν
ἔξω
τοῦ
τείχους
ἀπατήσας
προελθεῖν
,
ὥσπερ
ἐντολὰς
εἶχεν
.
ὁ
δὲ
ἀπ᾽
ἀρχῆς
ὑποπτεύων
τοὺς
βαρβάρους
καὶ
τότε
πεπυσμένος
εἰς
τοὺς
πολεμίους
ἐμπεπτωκέναι
τὰ
μηνύοντα
τὴν
ἐπιβουλὴν
αὐτῷ
γράμματα
,
προελθεῖν
οὐκ
ἠβούλετο
καίτοι
μάλα
ἀξιοπίστως
τοῦ
Πακόρου
φάσκοντος
δεῖν
αὐτὸν
ὑπαντῆσαι
τοῖς
τὰς
ἐπιστολὰς
κομίζουσιν
:
οὔ
-τε
γὰρ
ἑαλωκέναι
τοῖς
πολεμίοις
αὐτὰς
καὶ
περιέχειν
οὐκ
ἐπιβουλήν
,
ἀλλ᾽
ὁπόσα
διεπράξατο
Φασάηλος
.
ἔτυχεν
δὲ
παρ᾽
ἄλλων
προακηκοὼς
τὸν
ἀδελφὸν
συνειλημμένον
,
καὶ
προσῄει
Ὑρκανοῦ
θυγάτηρ
Μαριάμμη
,
συνετωτάτη
γυναικῶν
,
καταντιβολοῦσα
μὴ
προϊέναι
μη
-δ᾽
ἐμπιστεύειν
ἑαυτὸν
ἤδη
φανερῶς
ἐπιχειροῦσι
τοῖς
βαρβάροις
.
Ἔτι
δὲ
τῶν
περὶ
Πάκορον
σκεπτομένων
,
πῶς
ἂν
κρύφα
τὴν
ἐπιβουλὴν
ἀπαρτίσειαν
,
οὐ
γὰρ
ἐκ
φανεροῦ
οἷόν
τε
ἦν
ἀνδρὸς
οὕτω
δυνατοῦ
περιγενέσθαι
,
προλαβὼν
Ἡρώδης
μετὰ
τῶν
οἰκειοτάτων
προσώπων
νύκτωρ
ἐπὶ
Ἰδουμαίας
ἐχώρει
λάθρα
τῶν
πολεμίων
.
αἰσθόμενοι
δ᾽
οἱ
Πάρθοι
κατεδίωκον
.
κ-
ἀκεῖνος
τὴν
μὲν
μητέρα
καὶ
τοὺς
ἀδελφοὺς
καὶ
τὴν
καθωμολογημένην
παῖδα
μετὰ
τῆς
μητρὸς
καὶ
τοῦ
νεωτάτου
τῶν
ἀδελφῶν
προστάξας
ὁδεύειν
αὐτὸς
ἀσφαλῶς
μετὰ
τῶν
θεραπόντων
ἀνέκοπτε
τοὺς
βαρβάρους
:
καὶ
πολλοὺς
κατὰ
πᾶσαν
προσβολὴν
ἀποκτείνας
εἰς
Μασάδαν
τὸ
φρούριον
ἠπείγετο
.
Βαρυτέρους
δὲ
κατὰ
τὴν
φυγὴν
Πάρθων
Ἰουδαίους
ἐπείρασεν
,
ἐνοχλήσαντας
μὲν
διηνεκῶς
,
ἀπὸ
δὲ
ἑξήκοντα
τῆς
πόλεως
σταδίων
καὶ
παραταξαμένους
ἐπιεικῶς
πολὺν
χρόνον
.
ἔνθα
κρατήσας
Ἡρώδης
καὶ
πολλοὺς
αὐτῶν
ἀποκτείνας
αὖθις
εἰς
μνήμην
τοῦ
κατορθώματος
ἔκτισεν
τὸ
χωρίον
καὶ
βασιλείοις
πολυτελεστάτοις
ἐκόσμησεν
καὶ
ἀκρόπολιν
ὀχυρωτάτην
ἀνεδείματο
Ἡρώδειόν
τε
ἐκάλεσεν
ἀπὸ
ἑαυτοῦ
.
τηνικαῦτά
γε
μὴν
φεύγοντι
καθ᾽
ἡμέραν
αὐτῷ
προσεγίνοντο
πολλοί
,
καὶ
κατὰ
Ῥῆσαν
γενομένῳ
τῆς
Ἰδουμαίας
Ἰώσηπος
ἀδελφὸς
ὑπαντήσας
συνεβούλευεν
τοὺς
πολλοὺς
τῶν
ἑπομένων
ἀποφορτίσασθαι
:
μὴ
γὰρ
ἂν
τοσοῦτον
ὄχλον
δέξασθαι
τὴν
Μασάδαν
.
ἦσαν
δὲ
ὑπὲρ
τοὺς
ἐννακισχιλίους
.
πεισθεὶς
Ἡρώδης
τοὺς
μὲν
βαρυτέρους
τῆς
χρείας
διαφῆκεν
ἀνὰ
τὴν
Ἰδουμαίαν
δοὺς
ἐφόδια
,
μετὰ
δὲ
τῶν
ἀναγκαιοτάτων
τοὺς
ἀλκιμωτάτους
κατασχὼν
εἰς
τὸ
φρούριον
διασώζεται
.
καταλιπὼν
δὲ
ἐνταῦθα
ταῖς
γυναιξὶν
ὀκτακοσίους
φύλακας
καὶ
διαρκῆ
τὰ
ἐπιτήδεια
πρὸς
πολιορκίαν
αὐτὸς
εἰς
τὴν
Ἀραβικὴν
Πέτραν
ἠπείγετο
.
Πάρθοι
δ᾽
ἐν
Ἱεροσολύμοις
ἐφ᾽
ἁρπαγὴν
τραπόμενοι
τῶν
φυγόντων
εἰς
τὰς
οἰκίας
εἰσέπιπτον
καὶ
τὸ
βασίλειον
ἀπεχόμενοι
μόνων
τῶν
Ὑρκανοῦ
χρημάτων
:
ἦν
δ᾽
οὐ
πλείω
τριακοσίων
ταλάντων
.
ἐπετύγχανον
δὲ
καὶ
τῶν
ἄλλων
οὐχ
ὅσοις
ἤλπισαν
:
ὁ
γὰρ
Ἡρώδης
ἐκ
πολλοῦ
τὴν
ἀπιστίαν
τῶν
βαρβάρων
ὑφορώμενος
εἰς
τὴν
Ἰδουμαίαν
τὰ
λαμπρότατα
τῶν
κειμηλίων
προανεσκεύαστο
,
καὶ
τῶν
αὐτῷ
προσεχόντων
ὁμοίως
ἕκαστος
.
[0]
Πάρθοι
δὲ
μετὰ
τὰς
ἁρπαγὰς
ἐπὶ
τοσοῦτον
ὕβρεως
ἐχώρησαν
ὡς
ἐμπλῆσαι
μὲν
ἀκηρύκτου
πολέμου
τὴν
χώραν
ἅπασαν
,
ἀνάστατον
δὲ
ποιῆσαι
τὴν
Μαρισαίων
πόλιν
,
μὴ
μόνον
δὲ
καταστῆσαι
βασιλέα
Ἀντίγονον
,
ἀλλὰ
καὶ
παραδοῦναι
αὐτῷ
Φασάηλόν
τε
καὶ
Ὑρκανὸν
δεσμώτας
αἰκίσασθαι
.
ὁ
δὲ
Ὑρκανοῦ
μὲν
προσπεσὼν
αὐτὸς
τὰ
ὦτα
λωβᾶται
τοῖς
ὀδοῦσιν
,
ὡς
μηδὲ
αὖθις
ἐν
μεταβολῇ
ποτε
δύναιτο
τὴν
ἀρχιερωσύνην
ἀπολαβεῖν
:
δεῖ
γὰρ
ὁλοκλήρους
ἀρχιερᾶσθαι
:
τῆς
Φασαήλου
δὲ
ἀρετῆς
ὑστερίζει
φθάσαντος
πέτρᾳ
προσρῆξαι
τὴν
κεφαλήν
,
ὡς
καὶ
σιδήρου
καὶ
χειρῶν
εἴργετο
.
κ-
ἀκεῖνος
μὲν
Ἡρώδου
γνήσιον
ἑαυτὸν
ἀποδείξας
ἀδελφὸν
καὶ
Ὑρκανὸν
ἀγεννέστατον
,
ἀνδρειότατα
θνήσκει
ποιησάμενος
τὴν
καταστροφὴν
τοῖς
κατὰ
τὸν
βίον
ἔργοις
πρέπουσαν
:
ἀποδείξας
κατέχει
δὲ
καὶ
ἄλλος
λόγος
,
ὡς
ἀνενέγκαι
μὲν
ἐκ
τῆς
τότε
πληγῆς
,
πεμφθεὶς
δὲ
ἰατρὸς
ὑπ᾽
Ἀντιγόνου
θεραπεῦσαι
δῆθεν
αὐτὸν
ἐμπλήσειεν
τὸ
τραῦμα
δηλητηρίων
φαρμάκων
καὶ
διαφθείρειεν
αὐτόν
.
ὁπότερον
δ᾽
ἂν
ἀληθὲς
ᾖ
,
τὴν
ἀρχὴν
ἔχει
λαμπράν
.
φασὶν
γοῦν
αὐτὸν
καὶ
πρὶν
ἐκπνεῦσαι
πυθόμενον
παρὰ
γυναίου
τινὸς
ὡς
Ἡρώδης
διαπεφεύγοι
,
νῦν
,
εἰπεῖν
,
εὔθυμος
ἄπειμι
τὸν
μετελευσόμενον
τοὺς
ἐχθροὺς
καταλιπὼν
ζῶντα
.
Ὁ
μὲν
οὖν
οὕτως
τελευτᾷ
.
Πάρθοι
δὲ
καίτοι
διημαρτηκότες
ὧν
μάλιστα
ἐπεθύμουν
γυναικῶν
καθιστᾶσιν
μὲν
ἐν
Ἱεροσολύμοις
Ἀντιγόνῳ
τὰ
πράγματα
,
δεσμώτην
δ᾽
Ὑρκανὸν
ἀνάγουσιν
εἰς
τὴν
Παρθυηνήν
.
Ἡρώδης
δὲ
συντονώτερον
ἤλαυνεν
εἰς
τὴν
Ἀραβίαν
ὡς
ἔτι
τ-
ἀδελφοῦ
ζῶντος
ἐπειγόμενος
χρήματα
παρὰ
τοῦ
βασιλέως
λαβεῖν
,
οἷς
μόνοις
πείσειν
ὑπὲρ
Φασαήλου
τὴν
τῶν
βαρβάρων
ἤλπιζεν
πλεονεξίαν
.
ἐλογίζετο
γάρ
,
εἰ
τῆς
πατρῴας
φιλίας
ἀμνημονέστερος
ὁ
Ἄραψ
γένοιτο
καὶ
τοῦ
δοῦναι
δωρεὰν
μικρολογώτερος
,
δανείσασθαι
παρ᾽
αὐτοῦ
τὰ
λύτρα
ῥύσιον
θεὶς
τὸν
τοῦ
λυτρουμένου
παῖδα
:
καὶ
γὰρ
ἐπήγετο
τὸν
ἀδελφιδοῦν
ὄντα
ἐτῶν
ἑπτά
:
τάλαντα
δ᾽
ἦν
ἕτοιμος
τριακόσια
δοῦναι
προστησάμενος
Τυρίους
παρακαλοῦντας
.
τὸ
χρεὼν
δ᾽
ἄρα
τὴν
αὐτοῦ
σπουδὴν
ἐφθάκει
καὶ
Φασαήλου
τεθνηκότος
εἰς
κενὸν
Ἡρώδης
φιλάδελφος
ἦν
:
οὐ
μὴν
οὐ
-δὲ
παρὰ
Ἄραψιν
εὑρίσκει
φιλίαν
οὖσαν
.
ὁ
γοῦν
βασιλεὺς
αὐτῶν
Μάλχος
προπέμψας
ἐκ
τῆς
χώρας
κατὰ
τάχος
προσέτασσεν
ἀναστρέφειν
,
προφάσει
μὲν
χρώμενος
Πάρθοις
,
ἐπικηρυκεύσασθαι
γὰρ
αὐτοὺς
ἐκβαλεῖν
Ἡρώδην
τῆς
Ἀραβίας
,
τῷ
δὲ
ὄντι
κατασχεῖν
προαιρούμενος
τὰ
παρ᾽
Ἀντιπάτρου
χρέα
καὶ
μηδὲν
εἰς
τὰς
ἐκείνου
δωρεὰς
ἀντιπαρασχεῖν
χρῄζουσιν
τοῖς
τέκνοις
δυσωπεῖσθαι
.
συμβούλοις
δ᾽
ἐχρῆτο
τῆς
ἀναιδείας
τοῖς
ὁμοίως
ἀποστερεῖν
τὰς
Ἀντιπάτρου
παρακαταθήκας
θέλουσιν
:
ἦσαν
δὲ
τῶν
περὶ
αὐτὸν
οἱ
δυνατώτατοι
.
Ἡρώδης
μὲν
δὴ
πολεμίους
τοὺς
Ἄραβας
εὑρὼν
δι᾽
ἃ
φιλτάτους
ἤλπισεν
καὶ
τοῖς
ἀγγέλοις
ἀποκρινάμενος
ὡς
ὑπηγόρευε
τὸ
πάθος
ὑπέστρεψεν
ἐπ᾽
Αἰγύπτου
.
εἶναι
καὶ
τὴν
μὲν
πρώτην
ἑσπέραν
κατά
τι
τῶν
ἐπιχωρίων
ἱερὸν
αὐλίζεται
τοὺς
ὑπολειφθέντας
ἀναλαβών
,
τῇ
δ᾽
ἑξῆς
εἰς
Ῥινοκούρουρα
προελθόντι
τὰ
περὶ
τὴν
τ-
ἀδελφοῦ
τελευτὴν
ἀπαγγέλλεται
.
προσλαβὼν
δὲ
πένθους
ὅσον
ἀπεθήκατο
φροντίδων
ᾔει
προσωτέρω
.
καὶ
δὴ
βραδέως
ὁ
Ἄραψ
μετανοήσας
ἔπεμψεν
διὰ
τάχους
τοὺς
ἀνακαλέσοντας
τὸν
ὑβρισμένον
.
ἔφθανεν
δὲ
καὶ
τούτους
Ἡρώδης
εἰς
Πηλούσιον
ἀφικόμενος
,
ἔνθα
τῆς
παρόδου
μὴ
τυγχάνων
ὑπὸ
τῶν
ἐφορμούντων
τοῖς
ἡγεμόσιν
ἐντυγχάνει
:
κ-
ἀκεῖνοι
τήν
τε
φήμην
καὶ
τὸ
ἀξίωμα
τἀνδρὸς
αἰδεσθέντες
προπέμπουσιν
αὐτὸν
εἰς
Ἀλεξάνδρειαν
.
ὁ
δὲ
παρελθὼν
εἰς
τὴν
πόλιν
ἐδέχθη
μὲν
λαμπρῶς
ὑπὸ
Κλεοπάτρας
στρατηγὸν
ἐλπιζούσης
ἕξειν
εἰς
ἃ
παρεσκευάζετο
:
διακρουσάμενος
δὲ
τὰς
παρακλήσεις
τῆς
βασιλίδος
καὶ
μή
-τε
τὴν
ἀκμὴν
τοῦ
χειμῶνος
ὑποδείσας
μή
-τε
τοὺς
κατὰ
τὴν
Ἰταλίαν
θορύβους
ἐπὶ
Ῥώμης
ἔπλει
.
Κινδυνεύσας
δὲ
περὶ
Παμφυλίαν
καὶ
τοῦ
φόρτου
τὸ
πλεῖον
ἐκβαλὼν
μόλις
εἰς
Ῥόδον
διασώζεται
σφόδρα
τῷ
πρὸς
Κάσσιον
πολέμῳ
τετρυχωμένην
,
δεχθεὶς
ὑπὸ
Πτολεμαίου
καὶ
Σαπφινίου
τῶν
φίλων
.
καίπερ
δὲ
ὢν
ἐν
ἀπορίᾳ
χρημάτων
ναυπηγεῖται
τριήρη
μεγίστην
,
ἐν
ᾗ
μετὰ
τῶν
φίλων
εἰς
Βρεντέσιον
καταπλεύσας
κ-
ἀκεῖθεν
εἰς
Ῥώμην
ἐπειχθεὶς
πρώτῳ
διὰ
τὴν
πατρῴαν
φιλίαν
ἐνετύγχανεν
Ἀντωνίῳ
καὶ
τάς
τε
αὐτοῦ
καὶ
τοῦ
γένους
συμφορὰς
ἐκδιηγεῖτο
,
ὅτι
τε
τοὺς
οἰκειοτάτους
ἐν
φρουρίῳ
καταλιπὼν
πολιορκουμένους
διὰ
χειμῶνος
πλεύσειεν
ἐπ᾽
αὐτὸν
ἱκέτης
.
Ἀντωνίου
δὲ
ἥπτετο
πρὸς
τὴν
μεταβολὴν
οἶκτος
,
καὶ
κατὰ
μνήμην
μὲν
τῆς
Ἀντιπάτρου
ξενίας
,
τὸ
δὲ
ὅλον
καὶ
διὰ
τὴν
τοῦ
παρόντος
ἀρετὴν
ἔγνω
καὶ
τότε
βασιλέα
καθιστᾶν
Ἰουδαίων
ὃν
πρότερον
αὐτὸς
ἐποίησεν
τετράρχην
.
ἐνῆγεν
δὲ
οὐκ
ἔλαττον
τῆς
εἰς
Ἡρώδην
φιλοτιμίας
ἡ
πρὸς
Ἀντίγονον
διαφορά
:
τοῦτον
γὰρ
δὴ
στασιώδη
τε
καὶ
Ῥωμαίων
ἐχθρὸν
ὑπελάμβανεν
.
Καίσαρα
μὲν
οὖν
εἶχεν
ἑτοιμότερον
αὐτοῦ
τὰς
Ἀντιπάτρου
στρατείας
ἀνανεούμενον
,
ἃς
κατ᾽
Αἴγυπτον
αὐτοῦ
τῷ
πατρὶ
συνδιήνεγκεν
,
τήν
τε
ξενίαν
καὶ
τὴν
ἐν
ἅπασιν
εὔνοιαν
,
ὁρῶντά
γε
μὴν
καὶ
τὸ
Ἡρώδου
δραστήριον
:
συνήγαγεν
δὲ
τὴν
βουλήν
,
ἐν
ᾗ
Μεσσάλας
καὶ
μετ᾽
αὐτὸν
Ἀτρατῖνος
παραστησάμενοι
τὸν
Ἡρώδην
τάς
τε
πατρῴας
εὐεργεσίας
καὶ
τὴν
αὐτοῦ
πρὸς
Ῥωμαίους
εὔνοιαν
διεξῄεσαν
,
ἀποδεικνύντες
ἅμα
καὶ
πολέμιον
τὸν
Ἀντίγονον
οὐ
μόνον
ἐξ
ὧν
διηνέχθη
τάχιον
,
ἀλλ᾽
ὅτι
καὶ
τότε
διὰ
Πάρθων
λάβοι
τὴν
ἀρχὴν
Ῥωμαίους
ὑπεριδών
.
τῆς
δὲ
συγκλήτου
πρὸς
ταῦτα
κεκινημένης
ὡς
παρελθὼν
Ἀντώνιος
καὶ
πρὸς
τὸν
κατὰ
Πάρθων
πόλεμον
βασιλεύειν
Ἡρώδην
συμφέρειν
ἔλεγεν
,
ἐπιψηφίζονται
πάντες
.
λυθείσης
δὲ
τῆς
βουλῆς
Ἀντώνιος
μὲν
καὶ
Καῖσαρ
μέσον
ἔχοντες
Ἡρώδην
ἐξῄεσαν
,
προῆγον
δὲ
σὺν
ταῖς
ἄλλαις
ἀρχαῖς
οἱ
ὕπατοι
θύσοντές
τε
καὶ
τὸ
δόγμα
ἀναθήσοντες
εἰς
τὸ
Καπετώλιον
.
τὴν
δὲ
πρώτην
Ἡρώδῃ
τῆς
βασιλείας
ἡμέραν
Ἀντώνιος
εἱστία
.
Παρὰ
δὲ
τὸν
χρόνον
τοῦτον
Ἀντίγονος
ἐπολιόρκει
τοὺς
ἐν
Μασάδᾳ
,
τοῖς
μὲν
ἄλλοις
ἐπιτηδείοις
διαρκουμένους
,
σπανίζοντας
δὲ
ὕδατος
:
διὸ
καὶ
Ἰώσηπος
ἀδελφὸς
Ἡρώδου
σὺν
διακοσίοις
τῶν
οἰκείων
δρασμὸν
ἐβουλεύετο
εἰς
Ἄραβας
ἀκηκοὼς
τῶν
εἰς
Ἡρώδην
ἁμαρτημάτων
Μάλχῳ
μεταμέλειν
.
κ-
ἂν
ἔφθη
καταλιπὼν
τὸ
φρούριον
,
εἰ
μὴ
περὶ
τὴν
νύκτα
τῆς
ἐξόδου
συνέβη
πλεῖστον
ὗσαι
:
τῶν
γὰρ
ἐκδοχείων
ὕδατος
ἀναπλησθέντων
οὐκέτ᾽
ἔχρῃζεν
φυγῆς
,
ἀλλ᾽
ἐπεξῄεσαν
ἤδη
τοῖς
περὶ
τὸν
Ἀντίγονον
καὶ
τὰ
μὲν
φανερῶς
συμπλεκόμενοι
,
τὰ
δὲ
λοχῶντες
συχνοὺς
διέφθειρον
.
οὐ
μὴν
ἐν
ἅπασιν
εὐστόχουν
,
ἔστιν
δ᾽
ὅπου
καὶ
αὐτοὶ
πταίοντες
ἀνέστρεφον
.
Κἀν
τούτῳ
Βεντίδιος
ὁ
Ῥωμαίων
στρατηγὸς
πεμφθεὶς
ἐκ
Συρίας
Πάρθους
ἀνείργειν
μετ᾽
ἐκείνους
εἰς
Ἰουδαίαν
παρέβαλεν
λόγῳ
μὲν
ὡς
βοηθήσων
τοῖς
περὶ
Ἰώσηπον
,
ἔργῳ
δ᾽
Ἀντίγονον
ἀργυριούμενος
.
ἔγγιστα
γοῦν
Ἱεροσολύμων
αὐλισάμενος
ὡς
ἐνεπλήσθη
χρημάτων
,
αὐτὸς
μὲν
ἀνεχώρει
μετὰ
τῆς
πλείστης
δυνάμεως
,
Σίλωνα
δὲ
σὺν
μέρει
καταλέλοιπεν
,
ὡς
μὴ
κατάφωρον
τὸ
λῆμμα
ποιήσειεν
πάντας
ἀπαναστήσας
.
Ἀντίγονος
δὲ
πάλιν
ἐλπίζων
Πάρθους
ἐπαμυνεῖν
καὶ
Σίλωνα
τέως
ἐθεράπευεν
,
ὡς
μηδὲν
ἐνοχλοίη
πρὸ
τῆς
ἐλπίδος
.
Ἤδη
δὲ
Ἡρώδης
καταπεπλευκὼς
ἀπὸ
τῆς
Ἰταλίας
εἰς
Πτολεμαΐδα
καὶ
συναγηοχὼς
δύναμιν
οὐκ
ὀλίγην
ξένων
τε
καὶ
ὁμοφύλων
ἤλαυνεν
διὰ
τῆς
Γαλιλαίας
ἐπ᾽
Ἀντίγονον
συλλαμβανόντων
Βεντιδίου
καὶ
Σίλωνος
,
οὓς
Δέλλιος
ὑπ᾽
Ἀντωνίου
πεμφθεὶς
Ἡρώδην
συγκαταγαγεῖν
ἔπεισεν
.
ἐτύγχανεν
δὲ
Βεντίδιος
μὲν
ἐν
ταῖς
πόλεσιν
τὰς
διὰ
Πάρθους
ταραχὰς
καθιστάμενος
,
Σίλων
δὲ
ἐν
Ἰουδαίᾳ
χρήμασιν
ὑπ᾽
Ἀντιγόνου
διεφθαρμένος
.
ἐτύγχανεν
οὐ
μὴν
Ἡρώδης
ἰσχύος
ἠπόρει
,
προϊόντι
δ᾽
αὐτῷ
καθ᾽
ἡμέραν
ηὐξεῖτο
τὰ
τῆς
δυνάμεως
,
καὶ
πλὴν
ὀλίγων
πᾶσα
ἡ
Γαλιλαία
προσέθετο
.
προύκειτο
μὲν
οὖν
τὸ
ἀναγκαιότατον
ἀγώνισμα
Μασάδα
καὶ
τὸ
ῥύσασθαι
πρῶτον
τοὺς
οἰκείους
ἐκ
τῆς
πολιορκίας
,
γίνεται
δ᾽
ἐμπόδιον
Ἰόππη
:
ταύτην
γὰρ
ἐχρῆν
πολεμίαν
οὖσαν
ἐξελεῖν
πρότερον
,
ὡς
μὴ
χωροῦντος
ἐπὶ
Ἱεροσολύμων
κατὰ
νώτου
τι
τοῖς
ἐχθροῖς
ἔρυμα
καταλείποιτο
.
συνῆπτεν
δὲ
καὶ
Σίλων
ἀσμένως
τῆς
ἀπαναστάσεως
πρόφασιν
εὑρών
,
ᾧ
προσέκειντο
Ἰουδαῖοι
διώκοντες
.
ἐπὶ
τούτους
Ἡρώδης
ἐκδραμὼν
μετ᾽
ὀλίγου
στίφους
τρέπεται
ταχέως
καὶ
Σίλωνα
διασώζει
κακῶς
ἀμυνόμενον
.
Ἔπειτα
Ἰόππην
ἑλὼν
πρὸς
τὴν
Μασάδα
ῥυσόμενος
τοὺς
οἰκείους
ἠπείγετο
.
καὶ
τῶν
ἐπιχωρίων
οὓς
μὲν
πατρῴα
φιλία
προσῆγεν
,
οὓς
δὲ
τὸ
αὐτοῦ
κλέος
,
οὓς
δὲ
τῆς
ἐξ
ἀμφοῖν
εὐεργεσίας
ἀμοιβή
,
πλείστους
γε
μὴν
ἐλπὶς
ὡς
ἐκ
βασιλέως
βεβαίου
,
δυσκίνητός
τε
ἤδη
δύναμις
ἤθροιστο
.
προσῆγεν
προσῆγεν
προσῆγεν
προϊόντα
δ᾽
Ἀντίγονος
ἐνήδρευεν
τὰ
ἐπιτήδεια
τῶν
παρόδων
προλοχίζων
,
ἐν
οἷς
οὐδὲν
ἢ
μικρὰ
τοὺς
πολεμίους
ἔβλαπτεν
.
Ἡρώδης
δὲ
τοὺς
ἐκ
Μασάδας
οἰκείους
παραλαβὼν
ῥᾳδίως
καὶ
Ῥῆσαν
τὸ
φρούριον
ᾔει
πρὸς
τὰ
Ἱεροσόλυμα
:
συνῆπτε
δ᾽
αὐτῷ
τὸ
μετὰ
Σίλωνος
στρατιωτικὸν
καὶ
πολλοὶ
τῶν
ἐκ
τῆς
πόλεως
τὴν
ἰσχὺν
καταπλαγέντες
.
Στρατοπεδευσαμένους
δὲ
κατὰ
τὸ
πρὸς
δύσιν
κλίμα
τοῦ
ἄστεος
οἱ
ταύτῃ
φύλακες
ἐτόξευόν
τε
καὶ
ἐξηκόντιζον
αὐτούς
,
ἄλλοι
δὲ
κατὰ
στῖφος
ἐκθέοντες
ἀπεπειρῶντο
τῶν
προτεταγμένων
.
Ἡρώδης
δὲ
τὸ
μὲν
πρῶτον
κηρύσσειν
περὶ
τὸ
τεῖχος
ἐκέλευεν
ὡς
ἐπ᾽
ἀγαθῷ
τε
παρείη
τοῦ
δήμου
καὶ
ἐπὶ
σωτηρίᾳ
τῆς
πόλεως
,
μηδὲν
μη
-δὲ
τοὺς
φανεροὺς
ἐχθροὺς
ἀμυνούμενος
,
δώσων
δὲ
καὶ
τοῖς
διαφορωτάτοις
ἀμνηστίαν
.
ἐπεὶ
δὲ
ἀντιπαρηγοροῦντες
οἱ
περὶ
τὸν
Ἀντίγονον
οὔ
-τε
κατακούειν
τῶν
κηρυγμάτων
εἴων
τινὰς
οὔ
-τε
μεταβάλλεσθαι
,
τὸ
λοιπὸν
ἀμύνεσθαι
τοὺς
ἀπὸ
τοῦ
τείχους
ἐπέτρεπεν
τοῖς
σφετέροις
:
οἱ
δὲ
ταχέως
ἅπαντας
ἀπὸ
τῶν
πύργων
ἐτρέψαντο
τοῖς
βέλεσιν
.
Ἔνθα
δὴ
καὶ
Σίλων
ἀπεκαλύψατο
τὴν
δωροδοκίαν
:
ἐπισκευασάμενος
γὰρ
πολλοὺς
τῶν
στρατιωτῶν
σπάνιν
ἐπιτηδείων
ἀναβοᾶν
καὶ
χρήματα
εἰς
τροφὰς
ἀπαιτεῖν
ἀπάγειν
τε
σφᾶς
χειμεριοῦντας
εἰς
τοὺς
ἰδίους
τόπους
,
ἐπειδὴ
τὰ
περὶ
τὴν
πόλιν
ἦν
ἔρημα
πάντα
τῶν
περὶ
Ἀντίγονον
προανεσκευασμένων
,
ἐκίνει
τε
τὸ
στρατόπεδον
καὶ
ἀναχωρεῖν
ἐπειρᾶτο
.
Ἡρώδης
δ᾽
ἐντυγχάνων
τοῖς
τε
ὑπὸ
τὸν
Σίλωνα
ἡγεμόσιν
καὶ
κατὰ
πλῆθος
τοῖς
στρατιώταις
ἐδεῖτο
μὴ
καταλιπεῖν
αὐτὸν
ὑπό
τε
Καίσαρος
καὶ
Ἀντωνίου
καὶ
τῆς
συγκλήτου
προπεμφθέντα
:
λύσειν
γὰρ
αὐθημερὸν
αὐτῶν
τὰς
ἀπορίας
.
καὶ
μετὰ
τὴν
δέησιν
[
εὐθέως
]
ὁρμήσας
αὐτὸς
εἰς
τὴν
χώραν
τοσαύτην
αὐτοῖς
ἐπιτηδείων
ἀφθονίαν
ἐκόμισεν
,
ὡς
πάσας
ἀποκόψαι
τὰς
Σίλωνος
προφάσεις
,
εἴς
τε
τὰς
ἑξῆς
ἡμέρας
μὴ
διαλιπεῖν
τὴν
χορηγίαν
προνοούμενος
ἐπέστελλεν
τοῖς
περὶ
Σαμάρειαν
,
ᾠκείωτο
δ᾽
ἡ
πόλις
αὐτῷ
,
σῖτον
καὶ
οἶνον
καὶ
ἔλαιον
καὶ
βοσκήματα
κατάγειν
εἰς
Ἱεριχοῦντα
.
ταῦτ᾽
ἀκούσας
Ἀντίγονος
διέπεμψεν
περὶ
τὴν
χώραν
εἴργειν
καὶ
λοχᾶν
τοὺς
σιτηγοὺς
κελεύων
.
οἱ
δ᾽
ὑπήκουον
,
καὶ
πολὺ
πλῆθος
ὁπλιτῶν
ὑπὲρ
τὴν
Ἱεριχοῦντα
συνηθροίσθη
:
διεκαθέζοντο
δὲ
ἐπὶ
τῶν
ὀρῶν
παραφυλάσσοντες
τοὺς
τὰ
ἐπιτήδεια
ἐκκομίζοντας
.
οὐ
μὴν
Ἡρώδης
ἠρέμει
,
δέκα
δὲ
σπείρας
ἀναλαβών
,
ὧν
πέντε
μὲν
Ῥωμαίων
πέντε
δὲ
Ἰουδαίων
ἦσαν
ἔχουσαι
καὶ
μισθοφόρους
μιγάδας
πρὸς
οἷς
ὀλίγους
τῶν
ἱππέων
,
ἐπὶ
τὴν
Ἱεριχοῦντα
παραγίνεται
,
καὶ
τὴν
μὲν
πόλιν
καταλελειμμένην
εὑρίσκει
,
πεντακοσίους
δὲ
τὰ
ἄκρα
κατειληφότας
σὺν
γυναιξὶν
καὶ
γενεαῖς
.
ἦσαν
[0]
αὐτοὺς
μὲν
οὖν
ἀπολύει
λαβών
,
Ῥωμαῖοι
δ᾽
εἰσπεσόντες
τὸ
λοιπὸν
ἄστυ
διήρπασαν
πλήρεις
καταλαμβάνοντες
τὰς
οἰκίας
παντοίων
κειμηλίων
.
Ἱεριχοῦντος
μὲν
οὖν
φρουρὰν
ὁ
βασιλεὺς
καταλιπὼν
ὑπέστρεψεν
καὶ
χειμεριοῦσαν
τὴν
Ῥωμαίων
στρατιὰν
εἰς
τὰς
προσκεχωρηκυίας
διαφῆκεν
Ἰδουμαίαν
καὶ
Γαλιλαίαν
καὶ
Σαμάρειαν
.
ἐπέτυχεν
δὲ
καὶ
Ἀντίγονος
παρὰ
τῆς
Σίλωνος
δωροδοκίας
ὑποδέξασθαι
τοῦ
στρατοῦ
μοῖραν
ἐν
Λύδδοις
θεραπεύων
Ἀντώνιον
.