Skip to content

Cassius Dio Cocceianus, Historiae Romanae 40, 49-53

A. 52 a. Chr. n.

urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc1:40.48

Engleski prijevod: Lacus Curtius

(48.) τοιαύτης οὖν τότε τῆς ἐν τῷ ἄστει καταστάσεως οὔσης, καὶ μηδενὸς τοῖς πράγμασιν ἐπιτεταγμένου, σφαγαὶ καθ᾽ ἑκάστην ἡμέραν ὡς εἰπεῖν ἐγίγνοντο, τάς τε ἀρχαιρεσίας, καίτοι σπεύδοντες ἐπὶ τὰς ἀρχὰς καὶ δεκασμοῖς καὶ φόνοις δι᾽ αὐτὰς χρώμενοι, οὐκ ἐπετέλουν. ὁ γοῦν Μίλων ὑπατείαν αἰτῶν τὸν Κλώδιον ἐν τῇ Ἀππίᾳ ὁδῷ συντυχόντα οἱ τὸ μὲν πρῶτον ἁπλῶς πως ἔτρωσεν, ἔπειτα δὲ φοβηθεὶς μὴ ἐπεξέλθῃ τῷ γεγονότι κατέσφαξεν, ἐλπίσας, ἐπειδὴ πάντας τοὺς οἰκέτας τοὺς τοῦτο ποιήσαντας εὐθὺς ἠλευθέρωσε, ῥᾷον τοῦ φόνου τελευτήσαντος αὐτοῦ ἢ τοῦ τραύματος εἰ περιγίγνοιτο ἀφεθήσεσθαι.

ἀκούσαντες οὖν τοῦθ᾽ οἱ ἐν τῇ πόλει πρὸς ἑσπέραν δεινῶς ἐταράχθησαν: ταῖς τε γὰρ στάσεσιν ἀφορμὴ πολέμου καὶ κακῶν ἐγίγνετο, καὶ οἱ διὰ μέσου, εἰ καὶ ἐμίσουν τὸν Κλώδιον, ὅμως διά τε τὸ ἀνθρώπινον καὶ ὅτι καὶ τοῦ Μίλωνος στερηθῆναι ἐπὶ τῇ προφάσει ταύτῃ ἤθελον, ἠγανάκτουν.

(49.) παραλαβόντες δὲ αὐτοὺς οὕτως ἔχοντας ὅ τε Ῥοῦφος καὶ Τίτος Μουνάτιος Πλάγκος προσπαρώξυναν: δημαρχοῦντες γὰρ ἔς τε τὴν ἀγορὰν τὸν νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσί τε ἐπεδείκνυσαν, καὶ ἐπέλεγον οἷα εἰκὸς ἦν ὀδυρόμενοι, ὥστε τὸν ὅμιλον καὶ ἐξ ὧν ἑώρων καὶ ἐξ ὧν ἤκουον συνταραχθῆναι, καὶ μήτε τοῦ ὁσίου μήτε τοῦ θείου ἔτι φροντίσαι, ἀλλὰ πάντα μὲν τὰ περὶ τὰς ταφὰς νόμιμα συγχέαι, πᾶσαν δὲ ὀλίγου τὴν πόλιν καταπρῆσαι. τὸ γὰρ σῶμα τοῦ Κλωδίου ἀράμενοι ἔς τε τὸ βουλευτήριον ἐσήνεγκαν, καὶ εὐθέτησαν, καὶ μετὰ τοῦτο πυρὰν ἐκ τῶν βάθρων συννήσαντες ἔκαυσαν καὶ ἐκεῖνο καὶ τὸ συνέδριον.

οὕτω τε οὐχ ὁρμῇ τινι, οἵα που τοὺς ὄχλους ἐξαπιναία καταλαμβάνει, ἀλλὰ ἐκ προαιρέσεως αὐτὸ ἔπραξαν ὥστε καὶ τὴν ἐνάτην τὸ περίδειπνον ἐν αὐτῇ τῇ ἀγορᾷ, τυφομένου ἔτι τοῦ βουλευτηρίου, ποιῆσαι, καὶ προσέτι καὶ τὴν οἰκίαν τὴν τοῦ Μίλωνος καταφλέξαι ἐπιχειρῆσαι. ἐκείνη μὲν οὖν πολλῶν αὐτῇ ἀμυνάντων οὐκ ἐκαύθη: ὁ δὲ δὴ Μίλων τέως μὲν περίφοβος ἐπὶ τῷ φόνῳ ὢν ἐκρύπτετο, οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἱππέων βουλευτῶν τέ τινων φρουρούμενος: ἐπεὶ δὲ τοῦτό τε ἐγένετο καὶ τὴν ὀργὴν τῆς γερουσίας ἐς τὸ τῶν ἀντιστασιωτῶν μίασμα περιχωρήσειν ἤλπισεν ῾εὐθὺς γοῦν τῆς δείλης ἐς τὸ Παλάτιον δι᾽ αὐτὸ τοῦτο συλλεγέντες τόν τε μεσοβασιλέα προχειρισθῆναι, καὶ τῆς φυλακῆς τῆς πόλεως καὶ ἐκεῖνον καὶ τοὺς δημάρχους καὶ προσέτι καὶ τὸν Πομπήιον ἐπιμεληθῆναι ὥστε μηδὲν ἀπ᾽ αὐτῆς ἀποτριβῆναι, ἐψηφίσαντὀ, προῄει τε ἐς τὸ μέσον καὶ τῆς ἀρχῆς ὁμοίως ἢ καὶ μᾶλλον ἀντεποιεῖτο.

(Senat proglasio Pompeja konzulom, bez kolege, da to ne bi postao Cezar; Pompej postigao da mu kolega bude Kvint Scipion, optužen za podmićivanje; Pompej reformirao postupanje sudova, kontrolira popis porotnika i broj odvjetnika u pojedinoj parnici, ukinuo karakterne svjedoke, poticao tužbe zbog podmićivanja.)

(53.) ἄλλοι τε οὖν ἐκ τούτου πολλοὶ ἑάλωσαν καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷ τε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶν δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη. ὅ τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον: καὶ ὁ Μίλων ἐπὶ μὲν τούτῳ οὐκ ἐσήχθη ῾τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχεν᾽, ὑπαχθεὶς δὲ ἐπ᾽ ἐκείνῳ ἑάλω, μηδὲν δυνηθεὶς βίαιον δρᾶσαι. ὁ γὰρ Πομπήιος τήν τε ἄλλην πόλιν διὰ φυλακῆς ἐποιήσατο, καὶ ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε, θορυβησάντων τε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκδιῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας. ἐπειδή τε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέθανον.

(54.) τά τε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδικαιώθησαν ἐπί τε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοι τε καὶ ὁ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν ἔχων. ὁ γὰρ ῥήτωρ ἐκεῖνος τόν τε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέδεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθ᾽ ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας ἔγραψε: καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται.

ὁ Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπ᾽ αὐτοῦ ἐντυχών ῾ἐπεφυγάδευτο γὰρ᾽ ἀντεπέστειλε λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθ᾽ οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι: οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ ῾ἐν ᾗ κατὰ τὴν φυγὴν ἦν᾽ τρίγλας ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο. τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο ῾πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησεν᾽ ἀλλ᾽ ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους.

(55.) ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ καὶ ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν: ὁ γὰρ Κάτων ὁ Μᾶρκος ῾δικάζειν δὲ ἔμελλεν᾽ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν: ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν ῾ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων ἀπολέγειν᾽: οἱ μέντοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐτοῖς κρινόμενον ἀφεῖναι: καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐτοῦ μᾶλλον ἢ δικασταὶ νομισθῶσιν εἶναι.

καίπερ καὶ τότε ὁ Κικέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ἢ ὑπὲρ τοῦ Μίλωνος ἀπελογήσατο: ἥ τε γὰρ τοῦ δικαστηρίου ὄψις ἡ αὐτὴ ἦν, καὶ ὁ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν, ὅθεν οὐχ ἥκιστα αὗθις αὐτῷ προσέκρουσε.